호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"λόγος ὁ τοῦ θεοῦ τὴν πρόνοιαν ἅμα καὶ τὴν διαμονὴν τῆς ἀνθρωπίνης ψυχῆς βεβαιῶν, καὶ θάτερον οὐκ ἔστιν ἀπολιπεῖν ἀναιροῦντα θάτερον.? "μόνῳ οὖν χρῶμαι τῷ εἰκότι. "οὔσῃ δὲ τῇ ψυχῇ μετὰ τὴν τελευτὴν μᾶλλον εἰκός ἐστι καὶ τιμὰς ἀποδίδοσθαι καὶ τιμωρίας: ": "ἀγωνίζεται γὰρ ὥσπερ ἀθλητὴς κατὰ τὸν βίον: "ὅταν δὲ διαγωνίσηται, τότε τυγχάνει τῶν προσηκόντων. "ἀλλ ἃς μὲν ἐκεῖ καθ ἑαυτὴν οὖσα κομίζεται τῶν προβεβιωμένων χάριτας ἤ τινας κολάσεις, οὐδέν εἰσι πρὸς ἡμᾶς τοὺς ζῶντας, ἀλλ ἀπιστοῦνται καὶ λανθάνουσιν αἱ δὲ διὰ τῶν παίδων ἰοῦσαι καὶ διὰ γένους, ἐμφανεῖς τοῖς δεῦρο γενόμεναι, πολλοὺς ἀποτρέπουσι καὶ συστέλλουσι τῶν πονηρῶν. ὅτι δ οὐκ ἔστιν αἰσχίων καὶ λυποῦσα μᾶλλον ἑτέρα κόλασις ἢ τοὺς ἐξ ἑαυτῶν κακὰ πάσχοντας δι αὑτοὺς ὁρᾶν, καὶ ὅτι ψυχὴν ἀνδρὸς· "ἀσεβοῦς καὶ παρανόμου μετὰ θάνατον ἐφορῶσαν οὐκ ἀνδριάντας οὐδὲ τιμάς τινας, ἀνατρεπομένας ἀλλὰ παῖδας ἢ φίλους ἢ γένος οἰκεῖον αὑτῆς ἀτυχήμασι χρωμένους μεγάλοις δι αὑτὴν καὶ δίκην τίνοντας, οὐδεὶς ἂν ἀναπείσειεν αὖθις ἐπὶ ταῖς τοῦ Διὸς τιμαῖς ἄδικον γενέσθαι καὶ ἀκόλαστον, ἔχω μέν τινα καὶ: "λόγον εἰπεῖν ἔναγχος ἀκηκοώς, ὀκνῶ δὲ μὴ φανῇ μῦθος ὑμῖν: "ἀποδοῦναί με τῷ λόγῳ τὸ εἰκός:
"ὕστερον δὲ τὸν μῦθον, ἐὰν δόξῃ, κινήσομεν, εἴ γε δὴ μῦθός ἐστιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기