호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὥσπερ ἀντιφράγματά σοι κείσθω πρὸς τοὺς ἄγαν πικροὺς καὶ κατηγορικοὺς ἐκείνους.? "ἀναλαβόντες δ αὖθις ὥσπερ ἀρχὴν κλωστῆρος ἐν σκοτεινῷ καὶ πολλοὺς ἑλιγμοὺς καὶ πλάνας ἔχοντι τῷ περὶ τοῦ θεοῦ λόγῳ, καθοδηγῶμεν αὑτοὺς μετ εὐλαβείας ἀτρέμα πρὸς τὸ εἰκὸς καὶ πιθανόν, ὡς τό γε σαφὲς καὶ τὴν ἀλήθειαν οὐδ ἐν οἷς αὐτοὶ πράττομεν ἀσφαλῶς εἰπεῖν ἔχομεν: "οἱο῀ν, διὰ τί τῶν ὑπὸ φθίσεως ἢ ὑδέρου διαφθαρέντων τοὺς παῖδας εἰς ὕδωρ τὼ πόδε βρέχοντας καθίζεσθαι κελεύομεν, ἑώς ἂν ὁ νεκρὸς κατακαῇ· "δοκεῖ γὰρ οὕτω τὸ νόσημα μὴ μεθίστασθαι μηδὲ προσπελάζειν αὐτοῖς. ἢ πάλιν, δι ἣν αἰτίαν, αἰγὸς τὸν ἠρυγγίτην λαβούσης εἰς τὸ στόμα, ὅλον ἐφίσταται τὸ αἰπόλιον, ἄχρι ἂν ἐξέλῃ προσελθὼν ὁ αἰπόλος· "ἄλλαι τε δυνάμεις ἁφὰς· "ἔχουσαι καὶ διαδόσεις ἀπίστους ὀξύτησι καὶ μήκεσι δι ἑτέρων εἰς ἕτερα περαίνουσιν. "ἀλλ ἡμεῖς τὰ κατὰ τοὺς χρόνους διαλείμματα θαυμάζομεν οὐ τὰ κατὰ τοὺς τόπους. "καίτοι θαυμασιώτερον εἰ, πάθους ἐν Αἰθιοπίᾳ λαβόντος ἀρχήν, ἀνεπλήσθησαν αἱ Ἀθῆναι καὶ Περικλῆς ἀπέθανε καὶ Θουκυδίδης ἐνόσησεν, ἢ εἰ, Δελφῶν καὶ Συβαριτῶν γενομένων πονηρῶν, ἡ δίκη φερομένη περιῆλθεν εἰς τοὺς παῖδας. "ἔχουσι γάρ τινας αἱ δυνάμεις ἀναφορὰς ἀπὸ τῶν ἐσχάτων ἐπὶ τὰ πρῶτα καὶ συνάψεις: "ὧν ἡ αἰτία, κἂν ὑφ ἡμῶν ἀγνοῆται, σιωπῇ περαίνει τὸ οἰκεῖον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기