호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ταῦτα γὰρ πάντα ἀληθινὰ ἡγῇ·? "ἀλλ ἔνια, τὴν αὐτὴν ἀπορίαν ἔχειν οὐ νομίζεις τὸν λόγον·
"καὶ τοῖς σφόδρα πυρέττουσιν, ἐάν θ ἓν ἱμάτιον ἐάν τε πολλὰ περιβεβλημένοι τυγχάνωσι, ταὐτὸ καῦμα καὶ παραπλήσιον, ὅμως δ εἰς παραμυθίαν ἀφελεῖν τὸ πλῆθος: "εἰ δὲ μὴ βούλει, τοῦτο μὲν ἐάσον: "καίτοι τὰ πλεῖστα μύθοις ἐοίκε καὶ πλάσμασιν: "ὅμοιον ἐν Σπάρτῃ κήρυγμα τούτῳ τὸ μετὰ Λέσβιον ᾠδόν ἐπὶ τιμῇ καὶ μνήμῃ Τερπάνδρου τοῦ παλαιοῦ κηρυττόμενον ὁ γὰρ αὐτός ἐστι λόγος.
"ἀλλ ὑμεῖς γε δήπου πλέον ἔχειν ἑτέρων ἔν τε Βοιωτοῖς Ὀφελτιάδαι γένος ὄντες ἀξιοῦτε καὶ παρὰ Φωκεῦσι διὰ Δαϊ´φαντον, ἐμοὶ δὲ καὶ παρῆτε καὶ συνελαμβάνεσθε πρῶτον, ὅτε Λυκόρμαις καὶ Σατιλαίοις τὴν πάτριον Ἡρακλειδῶν μετιοῦσι τιμὴν καὶ στεφανηφορίαν συνανασῴζων ἔλεγον, ὅτι δεῖ μάλιστα τοῖς ἀφ Ἡρακλέους γεγονόσι τὰς τιμὰς ὑπάρχειν βεβαίους καὶ τὰς χάριτας, ὧν τοὺς Ἕλληνας εὐεργετήσας οὐκ ἔτυχεν αὐτὸς ἀξίας χάριτος οὐδ ἀμοιβῆς. εἶπεν "ἡμᾶς ἀγῶνος καὶ φιλοσοφίᾳ μάλα πρέποντος ἀνέμνησας.
"ὦ τᾶν, τὸ σφοδρὸν τοῦτο τῆς κατηγορίας, καὶ μὴ φέρε πικρῶς εἰ κολάζονταί τινες ἐκ κακῶν γεγονότες ἢ πονηρῶν, ἢ μὴ χαῖρε μηδ ἐπαίνει τιμωμένης εὐγενείας.
"δεῖ γάρ, εἰ τὴν χάριν ἐν τῷ γένει τῆς ἀρετῆς ἀνασῴζομεν, εὐλόγως μηδὲ τὴν κόλασιν οἰέσθαι δεῖν ἀπαυδᾶν καὶ προαπολείπειν ἐπὶ ταῖς ἀδικίαις ἀλλὰ συνεκτρέχειν ἐκείνῃ τὸ κατ ἀξίαν ἀντιστρόφως ἀποδιδούσῃ. ὁ δὲ τοὺς ἀπὸ Κίμωνος ἡδέως ὁρῶν Ἀθήνησι τιμωμένους, τῶν δὲ Λαχάρους ἢ Ἀρίστωνος ἐκγόνων ἐλαυνομένων ἀχθόμενος καὶ ἀγανακτῶν, ὑγρός ἐστι λίαν καὶ ῥᾴθυμος μᾶλλον δὲ φιλαίτιος ὅλως καὶ δύσκολος πρὸς τὸ θεῖον: "ἐγκαλῶν μέν, ἂν ἀνδρὸς ἀδίκου καὶ πονηροῦ παῖδες ἐκ παίδων εὐτυχεῖν δοκῶσιν, ἐγκαλῶν δὲ πάλιν, ἂν τὰ γένη κολούηται καὶ ἀφανίζηται τῶν φαύλων αἰτιώμενός δὲ τὸν θεὸν ὁμοίως μέν, ἂν χρηστοῦ πατρὸς τέκνα πράττῃ κακῶς, ὁμοίως δέ, ἂν πονηροῦ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기