호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τοῖς πεπραγμένοις ἀνιᾶται διὰ τὸ πάντῃ μεταπτωτὸν αὐτοῦ καὶ πλανώμενον τῆς γνώμης, καὶ κροτούμενοί τινες ἐν τοῖς θεάτροις εὐθὺς στένουσιν, ὑπονοστούσης τῆς φιλοδοξίας εἰς τὴν φιλαργυρίαν οἱ δὲ καταθύοντες ἀνθρώπους ἐπὶ τυραννίσι καὶ συνωμοσίαις ὡς Ἀπολλόδωρος, καὶ χρήματα φίλων ἀποστεροῦντες ὡς Γλαῦκος ὁ Ἐπικύδους, οὐ μετενόουν οὐδ ἐμίσουν ἑαυτοὺς οὐδ ἠνιῶντο τοῖς γεγενημένοις.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기