- 텍스트

Plutarch, De sera numinis vindicta, section 1

(플루타르코스, De sera numinis vindicta, section 1)

τοιαῦτα μὲν ὁ Ἐπίκουρος εἰπὼν, ὦ Κύντε, καὶ πρὶν ἀποκρίνασθαί τινα πρὸς τῷ πέρατι τῆς στοᾶς γενομένων ἡμῶν, ᾤχετ ἀπιών:? ἡμεῖς δ ὅσον τι θαυμάσαι τοῦ ἀνθρώπου τὴν ἀτοπίαν, ἐπιστάντες σιωπῇ καὶ πρὸς ἀλλήλους διαβλέψαντες, ἀνεστρέφομεν πάλιν ὥσπερ ἐτυγχάνομεν περιπατοῦντες.

"τί οὖν·

"ἐᾶν δοκεῖ τὴν ζήτησιν, ἢ τῷ λόγῳ καθάπερ παρόντος καὶ μὴ παρόντος ἀποκρινώμεθα τοῦ εἰπόντος· "ἀπηλλάγη, καλῶς εἶχε περιορᾶν τὸ βέλος ἐγκείμενον:

"ὁ μὲν γὰρ Βρασίδας ὡς ἐοίκεν ἐξελκύσας τὸ δόρυ τοῦ σώματος, αὐτῷ τούτῳ τὸν βαλόντα πατάξας ἀνεῖλεν ἡμῖν δ ἀμύνασθαι μὲν οὐδὲν ἔργον ἐστὶ δήπου τοὺς ἄτοπον ἢ ψευδῆ λόγον εἰς ἡμᾶς ἀφέντας, ἀρκεῖ δ ἂν αὐτοὶ, πρὶν ἅψασθαι τὴν δόξαν, ἐκβάλωμεν: "μάλιστα κεκίνηκεν ὑμᾶς τῶν εἰρημένων·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION