- 텍스트

Plutarch, De gloria Atheniensium, section 2 1:

(플루타르코스, De gloria Atheniensium, section 2 1:)

καὶ γὰρ Ἀπολλόδωρος ὁ ζωγράφος, ἀνθρώπων πρῶτος ἐξευρὼν φθορὰν καὶ ἀπόχρωσιν σκιᾶς, Ἀθηναῖος ἦν:? "μωμήσεταί τις μᾶλλον ἢ μιμήσεται. καὶ Εὐφράνωρ καὶ Νικίας καὶ Ἀσκληπιόδωρος καὶ Πάναινος ὁ Φειδίου ἀδελφός, οἱ μὲν στρατηγοὺς ἔγραψαν νικῶντας, οἱ δὲ μάχας, οἱ δ ἡρ´ωας ὥσπερ Εὐφράνωρ τὸν Θησέα τὸν ἑαυτοῦ τῷ Παρρασίου παρέβαλε, λέγων τὸν μὲν ἐκείνου ῥόδα βεβρωκέναι, τὸν δ ἑαυτοῦ κρέα βόεια. τῷ γὰρ ὄντι γλαφυρῶς ὁ Παρρασίου γέγραπται καὶ πεποίκιλται καί τι προσέοικε: τὸν δ Εὐφράνορος ἰδών τις εἶπεν οὐκ ἀφυῶς δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ Ἀθήνη θρέψε Διὸς θυγάτηρ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION