호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ μὴν ἀλλὰ τοῦτό γε τῶν κακῶν ἐλάχιστόν ἐστι, καὶ δεῖ παρατρέπειν εἰς ταῦτα τὴν ἀδολεσχίαν ἧττον γάρ ἀηδὲς ἔσται τὸ λάλον ἐν τῷ φιλολόγῳ πλεονάζον.? ἐθιστέον δὲ καὶ γράφειν τι τοὺς τοιού τοὺς καὶ διαλέγεσθαι κατ ἰδίαν. ἐπεκλήθη: τὸν δ ἀδολέσχην ἴσως ἂν ἡ πρὸς τὸ γραφεῖον σκιαμαχία καὶ βοὴ τοῦ πλήθους ἀπερύκουσα α καθ ἡμέραν ἐλαφρότερον παρασκευάσειε τοῖς συνοῦσιν, ὥσπερ οἱ κύνες εἰς λίθους καὶ ξύλα τὸν θυμὸν ἀφέντες ἧττόν εἰσι χαλεποὶ τοῖς ἀνθρώποις. ἁρμόσει δ αὐτοῖς σφόδρα καὶ τὸ μετὰ κρειττόνων ἀεὶ καὶ πρεσβυτέρων ὁμιλεῖν αἰσχυνόμενοι γὰρ αὐτῶν τὴν δόξαν ἐν ἔθει γενήσονται τοῦ σιωπᾶν. "τίς οὗτος ὁ λόγος ὁ ἐφεστὼς καὶ καταβιαζόμενος·
"ἐπὶ τί δ ἡ γλῶσς ἀσπαίρει· "τί δ εἰπόντι περιγίνεται καλὸν ἤ τί σιωπήσαντι δυσχερές· γὰρ ὡς βάρος τι δεῖ πιέζον ἀποθέσθαι τὸν λόγον, ἐπεὶ παραμένει γε καὶ ῥηθεὶς ὁμοίως: ἀλλ ἢ δι αὑτοὺς ἅνθρωποι δεόμενοί τινος λαλοῦσιν ἢ τοὺς ἀκούοντας ὠφελοῦντες ἢ χάριν τινὰ παρασκευάζοντες ἀλλήλοις ὥσπερ ἁλσὶ τοῖς λόγοις ἐφηδύνουσι τὴν διατριβὴν καὶ τὴν πρᾶξιν ἐν ᾗ τυγχάνουσιν ὄντες. εἰ δὲ μήτε τῷ λέγοντι χρήσιμον μήτ ἀναγκαῖον τοῖς ἀκούουσι τὸ λεγόμενον ἡδονὴ δὲ καὶ χάρις οὐ πρόσεστι, διὰ τί λέγεται·
τὸ γὰρ μάτην καὶ διακενῆς οὐχ ἧττον ἐν τοῖς λόγοις ἢ τοῖς ἔργοις ἐστίν. ἐπὶ πᾶσι δὲ καὶ παρὰ ταῦτα πάντα δεῖ πρόχειρον ἔχειν καὶ μνημονεύειν τὸ Σιμωνίδειον ὅτι λαλήσας μὲν πολλάκις μετενόησε, σιωπήσας δ οὐδέποτε: καὶ τὴν ἄσκησιν, ὅτι πάντων ἐπικρατεῖ καὶ ἰσχυρότερὸν ἐστιν ὅπου καὶ λυγμὸν καὶ βῆχ ἄνθρωποι τῷ προσέχειν ἀποβιαζόμενοι, μετὰ πόνου καὶ ἀλγηδόνος ἐξεκρούσαντο.
σιγὴ δ οὐ μόνον ἄδιψον, ὥς φησιν Ἱπποκράτης, ἀλλὰ καὶ ἄλυπον καὶ ἀνώδυνον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기