- 텍스트

Plutarch, De garrulitate, section 22 5:

(플루타르코스, De garrulitate, section 22 5:)

ὥστε καὶ ταῦτα δεῖ φυλάττεσθαι:? δελεαζομένη γὰρ ὑπ αὐτῶν ἡ ἀδολεσχία καθάπερ ζῷον ἐπὶ νομὰς συνήθεις πρόεισι. θαυμαστὸς δ ὁ Κῦρος, ὅτι καὶ τὰς ἁμίλλας ἐποιεῖτο πρὸς τοὺς ἥλικας, οὐκ ἐν οἷς κρείττων ἀλλ ἐν οἷς ἀπειρότερος ἦν ἐκείνων, εἰς ταῦτα προκαλούμενος, ἵνα μήτε λυπῇ παρευδοκιμῶν καὶ μανθάνων ὠφελῆται. ὁ δ ἀδολέσχης τοὐναντίον, ἂν μέν τις ἐμπέσῃ λόγος, ἐξ οὗ μαθεῖν τι δύναται καὶ πυθέσθαι τῶν ἀγνοουμένων, τοῦτον ἐξωθεῖ καὶ ἐκκρούει, μισθὸν οὕτω βραχὺν δοῦναι τὸ σιωπῆσαι μὴ δυνάμενος: εἰς δὲ τὰς ἑώλους καὶ πολυπατήτους κύκλῳ περιιὼν εἰσελαύνει ῥαψῳδίας τὸν λόγον. ὡς τῶν παρ ἡμῖν τις κατὰ τύχην ἀνεγνωκὼς δύο τῶν Ἐφόρου βιβλίων ἢ τρία, πάντας ἀνθρώπους κατέτριβε καὶ πᾶν ἀνάστατον ἐποίει συμπόσιον, ἀεὶ τὴν ἐν Λεύκτροις μάχην καὶ τὰ συνεχῆ διηγούμενος: ὅθεν Ἐπαμεινώνδας παρωνύμιον ἔσχεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION