호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολλῷ γάρ ἐστιν ἡ χαρὰ τῆς κωμικῆς ἐκείνης ἀγρυπνίας λαλίστερον, ἀναρριπίζουσα πολλάκις ἑαυτὴν καὶ πρόσφατον ποιοῦσα τοῖς διηγήμασιν.? ὅθεν ὀλισθηροὶ πρὸς τοὺς τοιούτους τῶν λόγων εἰσὶν ἐκ πάσης προφάσεως οὐ γὰρ μόνον ὅπου τις ἀλγεῖ, κεῖθι καὶ τὴν χεῖρ ἔχει, ἀλλὰ καὶ τὸ ἡδόμενον ἕλκει τὴν φωνὴν ἐφ ἑαυτὸ καὶ περιάγει τὴν γλῶτταν ἐπερείδειν ἀεὶ τῇ μνήμῃ βουλόμενον. οὕτω καὶ τοῖς ἐρωτικοῖς ἡ πλείστη διατριβὴ περὶ λόγους μνήμην τινὰ τῶν ἐρωμένων ἀναδιδόντας:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기