호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεύτερον τοίνυν ἄσκημα πρὸς τὰς ἰδίας ἀποκρίσεις ἐστίν, αἷς οὐχ ἥκιστα δεῖ προσέχειν τὸν ἀδόλεσχον πρῶτον μέν, ἵνα μὴ λάθῃ τοῖς ἐπὶ γέλωτι καὶ ὕβρει προκαλουμένοις εἰς λόγους αὐτὸν ἀποκρινόμενος μετὰ σπουδῆς.? ἔνιοι γὰρ οὐδὲν δεόμενοι διατριβῆς δὲ καὶ παιδιᾶς ἕνεκα συνθέντες τινὰς ἐρωτήσεις προβάλλουσι τοῖς τοιούτοις καὶ ἀνακινοῦσιν αὐτῶν τὸν λῆρον ὃ δεῖ φυλάττεσθαι, καὶ μὴ ταχὺ τῷ λόγῳ μηδ ὥσπερ χάριν ἔχοντας ἐπιπηδᾶν, ἀλλὰ καὶ τὸν τρόπον τοῦ πυνθανομένου σκοπεῖν καὶ τὴν χρείαν. ὅταν δὲ φαίνηται τῷ ὄντι βουλόμενος μαθεῖν, ἐθιστέον ἐφιστάναι καὶ ποιεῖν τι διάλειμμα μεταξὺ τῆς ἐρωτήσεως καὶ τῆς ἀποκρίσεως, ἐν ᾧ προσθεῖναι μὲν ὁ ἐρωτῶν, εἴ τι βούλεται, δύναται, σκέψασθαι δ αὐτὸς περὶ ὧν ἀποκρινεῖται, καὶ μὴ κατατρέχειν μηδὲ καταχωννύναι τὴν ἐρώτησιν, ἔτι πυνθανομένοις πολλάκις ὑπὸ σπουδῆς ἄλλας ἀντ ἄλλων ἀποκρίσεις διδόντα. ἡ μὲν γὰρ Πυθία καὶ πρὸ ἐρωτήσεως αὐθωρὶ χρησμοὺς εἰώθέ τινας ἐκφέρειν ὁ γὰρ θεός, ᾧ λατρεύει, καὶ κωφοῦ ξυνίησι καὶ οὐ λαλέοντος ἀκούει, τὸν δὲ βουλόμενον ἐμμελῶς ἀποκρίνασθαι δεῖ τὴν διάνοιαν ἀναμεῖναι καὶ τὴν προαίρεσιν ἀκριβῶς καταμαθεῖν τοῦ πυνθανομένου, μὴ γένηται τὸ κατὰ τὴν παροιμίαν ἄμας ἀπῄτουν, οἱ δ ἀπηρνοῦντο σκάφας.
ἄλλως δὲ τὸ λάβρον τοῦτο καὶ πρὸς τοὺς λόγους ὀξύπεινον ἀνακρουστέον, ἵνα μὴ δοκῇ καθάπερ ῥεῦμα τῇ γλώττῃ πάλαι προσιστάμενον ἀσμένως ὑπὸ τῆς ἐρωτήσεως ἐξερᾶσθαι.
καὶ γὰρ ὁ Σωκράτης οὕτως ἐκόλουε τὴν δίψαν, οὐκ ἐφιεὶς ἑαυτῷ πιεῖν μετὰ γυμνάσιον, εἰ μὴ τὸν πρῶτον ἐκχέαι κάδον ἀνιμήσας ὅπως ἐθίζηται τὸν τοῦ λόγου καιρὸν ἀναμένειν τὸ ἄλογον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기