- 텍스트

Plutarch, De garrulitate, section 18

(플루타르코스, De garrulitate, section 18)

εἰ δὴ ταῦτα καὶ τὰ τοιαῦτα συνεχῶς τις ἐπίοι καὶ ἀναλαμβάνοι, παύσαιτ ἂν ἴσως ἡδόμενος τῷ φλυαρεῖν.? ἐμὲ δὲ κἀκεῖνος ὁ οἰκέτης εὖ μάλα δυσωπεῖ, τὸ προσέχειν τῷ λόγῳ καὶ κπαρελν προαιρέσεως ἡλίκον ἐστὶν ἐνθυμούμενον. Πούπιος Πείσων ὁ ῥήτωρ μὴ βουλόμενος ἐνοχλεῖσθαι προσέταξε τοῖς οἰκέταις πρὸς τὰ ἐρωτώμενα λαλεῖν καὶ μηδὲν πλέον. εἶτα Κλώδιον ἄρχοντα δεξιώσασθαι βουλόμενος ἐκέλευσε κληθῆναι, καὶ παρεσκευάσατο λαμπρὰν ὡς εἰκὸς ἑστίασιν. ἐνστάσης δὲ τῆς ὡρ´ας, οἱ μὲν ἄλλοι παρῆσαν ὁ δὲ Κλώδιος προσεδοκᾶτο: καὶ πολλάκις ἔπεμπε τὸν εἰωθότα καλεῖν οἰκέτην ἐποψόμενον εἰ πρόσεισιν. οὕτως μέγα πρὸς πάνθ ὁ ἐθισμός ἐστι, καὶ περὶ τούτου γ ἤδη λέγωμεν. "τί δ· "ἐκάλεσας αὐτόν· εἶπε. "διὰ τί οὖν οὐκ ἀφῖκται· "ὅτι ἠρνήσατο. "πῶς οὖν οὐκ εὐθὺς ἔφρασας· "ὅτι τοῦτὸ μ οὐκ ἠρώτησας. οὕτως μὲν Ῥωμαϊκὸς οἰκέτης, ὁ δ Ἀττικὸς ἐρεῖ τῷ δεσπότῃ σκάπτων ἐφ οἷς γεγόνασιν αἱ διαλύσεις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION