- 텍스트

Plutarch, De garrulitate, section 17

(플루타르코스, De garrulitate, section 17)

δευτέρῳ δὲ χρηστέον ἐπιλογισμῷ τῷ τῶν ἐναντίων, ἀκούοντας ἀεὶ καὶ μεμνημένους καὶ πρόχειρ ἔχοντας τὰ τῆς ἐχεμυθίας ἐγκώμια, καὶ τὸ σεμνὸν καὶ τὸ ἅγιον καὶ τὸ μυστηριῶδες τῆς σιωπῆς, καὶ ὅτι θαυμάζονται μᾶλλον καὶ ἀγαπῶνται καὶ σοφώτεροι δοκοῦσι τῶν ἐξηνίων τούτων καὶ ἐκφερομένων οἱ στρογγύλοι καὶ βραχυλόγοι, καὶ ὧν πολὺς νοῦς ἐν ὀλίγῃ λέξει συνέσταλται.? καὶ γὰρ Πλάτων τοὺς τοιούτους ἐπαινεῖ, δεινοῖς ἀκοντισταῖς ἐοικέναι λέγων, οὖλα καὶ πυκνὰ καὶ συνεστραμμένα φθεγγομένους. καὶ ὁ Λυκοῦργος εἰς ταύτην τὴν δεινότητα τοὺς πολίτας εὐθὺς ἐκ παίδων τῇ σιωπῇ πιέζων συνῆγε καὶ κατεπύκνου. καθάπερ γὰρ οἱ Κελτίβηρες ἐκ τοῦ σιδήρου τὸ στόμωμα ποιοῦσιν, ὅταν κατορύξαντες εἰς τὴν γῆν τὸ πολὺ καὶ γεῶδες ἀποκαθάρωσιν, οὕτως ὁ Λακωνικὸς λόγος οὐκ ἔχει φλοιόν, ἀλλ εἰς αὐτὸ τὸ δραστήριον ἀφαιρέσει τοῦ περιττοῦ διακούμενος στομοῦται:

τὸ γὰρ ἀποφθεγματικὸν αὐτοῖς τοῦτο καὶ τὸ μετ εὐστροφίας ὀξὺ πρὸς τὰς ἀπαντήσεις ἐκ τῆς πολλῆς περιγίγνεται σιωπῆς. "Λακεδαιμόνιοι Φιλίππῳ:

"Διονύσιος ἐν Κορίνθῳ. "αἴκα. "ἕνα πρὸς ἐμὲ Λακεδαιμόνιοι πρεσβευτὴν ἔπεμψαν· "ποτὶ ἕνα. θαυμάσαντες τῆς λέξεως τὸ εὐόγκον καὶ τὸ λιτόν, ἐν βραχεῖ σφυρήλατον νοῦν περιεχούσης.

αὐτὸς δ ὁ θεὸς οὐ φιλοσύντομός ἐστι καὶ βραχυλόγος ἐν τοῖς χρησμοῖς, καὶ Λοξίας καλεῖται διὰ τὸ φεύγειν τὴν ἀδολεσχίαν μᾶλλον ἢ τὴν ἀσάφειαν· οἱ δὲ συμβολικῶς ἄνευ φωνῆς ἃ δεῖ φράζοντες οὐκ ἐπαινοῦνται καὶ θαυμάζονται διαφερόντως· ὡς Ἡράκλειτος, ἀξιούντων αὐτὸν τῶν πολιτῶν γνώμην τιν εἰπεῖν περὶ ὁμονοίας, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ λαβὼν ψυχροῦ κύλικα καὶ τῶν ἀλφίτων ἐπιπάσας καὶ τῷ γλήχωνι κινήσας, ἐκπιὼν ἀπῆλθεν, ἐπιδειξάμενος αὐτοῖς ὅτι τὸ τοῖς τυχοῦσιν ἀρκεῖσθαι καὶ μὴ δεῖσθαι τῶν πολυτελῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατηρεῖ τὰς πόλεις. Σκιλοῦρος δὲ καταλιπὼν ὀγδοήκοντα παῖδας, ὁ Σκυθῶν βασιλεύς, ᾔτησε δέσμην δορατίων, ὅτ ἀπέθνῃσκε, καὶ λαβόντας ἐκέλευσε καταθραῦσαι καὶ κατᾶξαι συνδεδεμένην καὶ ἀθρόαν:

ἀσθενὲς δὲ τὴν διάλυσιν καὶ οὐ μόνιμον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION