호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα δ οὐ κατηγορίαν ἡγητέον ἀλλ ἰατρείαν τῆς ἀδολεσχίας τῶν γὰρ παθῶν κρίσει καὶ ἀσκήσει περιγινόμεθα, προτέρα δ ἡ κρίσις ἐστὶν οὐδεὶς γὰρ ἐθίζεται φεύγειν καὶ ἀποτρίβεσθαι τῆς ψυχῆς ὃ μὴ δυσχεραίνει, δυσχεραίνομεν δὲ τὰ πάθη, ὅταν τὰς βλάβας καὶ τὰς αἰσχύνας τὰς ἀπ αὐτῶν τῷ λόγῳ κατανοήσωμεν.? ὥσπερ νῦν κατανοοῦμεν ἐπὶ τῶν ἀδολέσχων, ὅτι φιλεῖσθαι βουλόμενοι μισοῦνται, χαρίζεσθαι θέλοντες ἐνοχλοῦσι, θαυμάζεσθαι δοκοῦντες καταγελῶνται, κερδαίνοντες οὐδὲν ἀναλίσκουσιν, ἀδικοῦσι τοὺς φίλους, ὠφελοῦσι τοὺς ἐχθρούς, ἑαυτοὺς ἀπολλύουσιν. ὥστε τοῦτο πρῶτον ἰάμα καὶ φάρμακόν ἐστι τοῦ πάθους, ὁ τῶν ἀπ αὐτοῦ γινομένων αἰσχρῶν καὶ ὀδυνηρῶν ἐπιλογισμός.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기