- 텍스트

Plutarch, De garrulitate, section 15

(플루타르코스, De garrulitate, section 15)

εἰ τοίνυν ἔροιτό τις, τὸν κάκιστον ὅστις ἐστὶ καὶ τὸν ἐξωλέστατον, οὐδεὶς ἂν ἄλλον εἴποι τὸν προδότην παρελθών.? ὥς φησι Δημοσθένης: "πόρνας καὶ ἰχθῦς ἠγόραζεν : Εὐφόρβῳ δὲ καὶ Φιλάγρῳ τοῖς Ἐρέτριαν προδοῦσι χώραν ὁ βασιλεὺς ἔδωκεν. ὁ δ ἀδόλεσχος ἄμισθός ἐστι προδότης καὶ αὐτεπαγγελτος, οὐχ ἵππους οὐδὲ τείχη προδιδούς, ἀλλὰ λόγους ἐκφέρων ἀπορρήτους ἐν δίκαις ἐν στάσεσιν ἐν διαπολιτείαις, μηδενὸς ἀντῷ χάριν ἔχοντος ἀλλ αὐτός, ἂν ἀκούηται, προσοφείλων χάριν. ὥστε τὸ λελεγμένον πρὸς τὸν εἰκῆ καὶ ἀκρίτως ἐκχέοντα τὰ ἑαυτοῦ καὶ καταχαριζόμενον οὐ φιλάνθρωπος σὺ γ ἐσς : "οὐ φίλος εἶ σὺ ταῦτα μηνύων οὐδ εὔνους: "ἔχεις νόσον, χαίρεις λαλῶν καὶ φλυαρῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION