호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κ.? τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου· φ. ὁ δρῶν ς ἀνιᾷ τὰς φρένας, τὰ ὁ ὦτ ἐγώ. λυποῦσι δ οὖν ὥσπερ οἱ δρῶντες καὶ οἱ λέγοντες, ἀλλ ὅμως οὐκ ἔστι γλώσσης ῥεούσης ἐπίσχεσις οὐδὲ κολασμός. ἐν Λακεδαίμονι τῆς Χαλκιοίκου τὸ ἱερὸν ὤφθη σεσυλημένον, καὶ κειμένη ἔνδον κενὴ λάγυνος. "εἰ βούλεσθ, ἐγὼ φράσω ὑμῖν ὅ μοι παρίσταται περὶ τῆς λαγύνου: "τοὺς ἱεροσύλους ἐπὶ τηλικοῦτον ἐλθεῖν κίνδυνον κώνειον ἐμπιόντας καὶ κομίζοντας οἶνον, ἵν εἰ μὲν αὐτοῖς λαθεῖν ἐγγένοιτο, τῷ ἀκράτῳ ποθέντι σβέσαντες καὶ διαλύσαντες τὸ φάρμακον ἀπέλθοιεν ἀσφαλῶς: "εἰ δ ἁλίσκοιντο, πρὸ τῶν βασάνων ὑπὸ τοῦ φαρμάκου ῥᾳδίως καὶ ἀνωδύνως ἀποθάνοιεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기