- 텍스트

Plutarch, De garrulitate, section 14

(플루타르코스, De garrulitate, section 14)

καίτοι γ ὥσπερ οἱ τὰ πικρὰ καὶ τὰ δυσώδη φάρμακα πιόντες δυσχεραίνουσι καὶ τὰς κύλικας, οὕτως οἱ τὰ κακὰ προσαγγέλλοντες ὑπὸ τῶν ἀκουόντων δυσχεραίνονται καὶ μισοῦνται.? ὅθεν χαριέντως ὁ Σοφοκλῆς διηπόρηκεν, φ. ἐν τοῖσιν ἐν τοῖσιν ἢ πὶ τῇ ψυχῇ δάκνῃ· κ. τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου· φ. ὁ δρῶν ς ἀνιᾷ τὰς φρένας, τὰ ὁ ὦτ ἐγώ. λυποῦσι δ οὖν ὥσπερ οἱ δρῶντες καὶ οἱ λέγοντες, ἀλλ ὅμως οὐκ ἔστι γλώσσης ῥεούσης ἐπίσχεσις οὐδὲ κολασμός. ἐν Λακεδαίμονι τῆς Χαλκιοίκου τὸ ἱερὸν ὤφθη σεσυλημένον, καὶ κειμένη ἔνδον κενὴ λάγυνος. "εἰ βούλεσθ, ἐγὼ φράσω ὑμῖν ὅ μοι παρίσταται περὶ τῆς λαγύνου: "τοὺς ἱεροσύλους ἐπὶ τηλικοῦτον ἐλθεῖν κίνδυνον κώνειον ἐμπιόντας καὶ κομίζοντας οἶνον, ἵν εἰ μὲν αὐτοῖς λαθεῖν ἐγγένοιτο, τῷ ἀκράτῳ ποθέντι σβέσαντες καὶ διαλύσαντες τὸ φάρμακον ἀπέλθοιεν ἀσφαλῶς: "εἰ δ ἁλίσκοιντο, πρὸ τῶν βασάνων ὑπὸ τοῦ φαρμάκου ῥᾳδίως καὶ ἀνωδύνως ἀποθάνοιεν. ταῦτ εἰπόντος αὐτοῦ τὸ πρᾶγμα πλοκὴν ἔχον καὶ περινόησιν τοσαύτην οὐχ ὑπονοοῦντος ἀλλ εἰδότος ἐφαίνετο.

"τίς εἶ· "τίς ς οἶδε· "πόθεν ἐπίστασαι ταῦτα· καὶ τὸ πέρας ἐλεγχόμενος οὕτως ὡμολόγησεν εἷς εἶναι τῶν ἱεροσύλων. οἱ δ Ἴβυκον ἀποκτείναντες οὐχ οὕτως ἑάλωσαν, ἐν θεάτρῳ καθήμενοι καὶ γεράνων παραφανεισῶν πρὸς ἀλλήλους ἅμα γέλωτι ψιθυρίζοντες, ὡς αἱ Ἰβύκου ἔκδικοι πάρεισιν· ἀκούσαντες γὰρ οἱ καθεζόμενοι πλησίον, ἤδη τοῦ Ἰβύκου πολὺν χρόνον ὄντος ἀφανοῦς καὶ ζητουμένου, ἐπελάβοντο τῆς φωνῆς καὶ προσήγγειλαν τοῖς ἄρχουσιν.

ἐλεγχθέντες δ οὕτως ἀπήχθησαν, οὐχ ὑπὸ τῶν γεράνων κολασθέντες ἀλλ ὑπὸ τῆς αὑτῶν γλωσσαλγίας ὥσπερ Ἐρινύος ἢ Ποινῆς βιασθέντες ἐξαγορεῦσαι τὸν φόνον. ὡς γὰρ ἐν τῷ σώματι πρὸς τὰ πεπονθότα μέρη καὶ ἀλγοῦντα γίνεται φορὰ καὶ ὁλκὴ τῶν πλησίον, οὕτως ἡ γλῶττα τῶν ἀδολέσχων ἀεὶ φλεγμονὴν ἔχουσα καὶ σφυγμὸν ἕλκει τι καὶ συνάγει τῶν ἀπορρήτων καὶ κεκρυμμένων ἐφ ἑαυτήν.

τὸ στόμα λαμβάνειν εὐμεγέθη λίθον ὥσπερ κλεῖθρον ἢ χαλινὸν ἐμβάλλοντας τῇ φωνῇ, καὶ νυκτὸς οὕτως ὑπερφέρεσθαι λανθάνοντας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION