호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτ ἀκούσας ὁ Διονύσιος ἀνεσταύρωσεν αὐτόν.? ἐπιεικῶς δὲ λάλον ἐστὶ τὸ τῶν κουρέων γένος: οἱ γὰρ ἀδολεσχότατοι προσρέουσι καὶ προσκαθίζουσιν, ὥστ αὐτοὺς ἀναπίμπλασθαι τῆς συνηθείας. "πῶς σε κείρω, βασιλεῦ· ἔφη. κουρεὺς δὲ καὶ τὴν ἐν Σικελίᾳ τῶν Ἀθηναίων μεγάλην κακοπραγίαν ἀπήγγειλε πρῶτος, ἐν Πειραιεῖ πυθόμενος οἰκέτου τινὸς τῶν ἀποδεδρακότων ἐκεῖθεν. εἶτ ἀφεὶς τὸ ἐργαστήριον εἰς ἄστυ συνέτεινε δρόμῳ μή τις κῦδος ἄροιτο τὸν λόγον εἰς τὴν πόλιν ἐμβαλών, ὁ δὲ δεύτερος ἔλθοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기