호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"τίνος σοι μεταδῶ τῶν ἐμῶν·? "βασιλεῦ, πλὴν τῶν ἀπορρήτων. τῇ δ ἀδολεσχίᾳ καὶ ἡ περιεργία κακὸν οὐκ ἔλαττον πρόσεστι: πολλὰ γὰρ ἀκούειν θέλουσιν, ἵνα πολλὰ λέγειν ἔχωσι: καὶ μάλιστα τοὺς ἀπορρήτους καὶ κεκρυμμένους τῶν λόγων περιιόντες ἐξιχνεύουσι καὶ ἀνερευνῶσιν, ὥσπερ ὕλην πυλαίαν τινὰ φορτίων τῇ φλυαρίᾳ παρατιθέμενοι, εἶθ ὥσπερ οἱ παῖδες τὸν κρύσταλλον οὔτε δύνανται κατέχειν οὔτ ἀφεῖναι θέλουσι: μᾶλλον δ ὥσπερ ἑρπετὰ τοὺς ἀπορρήτους λόγους ἐγκολπισάμενοι καὶ συλλαβόντες οὐ κρατοῦσιν ἀλλὰ διαβιβρώσκονται ὑπ αὐτῶν. τὰς μὲν γὰρ βελόνας φασὶ ῥήγνυσθαι τικτούσας καὶ τὰς ἐχίδνας, οἱ δ ἀπόρρητοι λόγοι τοὺς μὴ στέγοντας ἐκπίπτοντες ἀπολλύουσι καὶ διαφθείρουσιν. Σέλευκος ὁ Καλλίνικος ἐν τῇ πρὸς Γαλάτας μάχῃ πᾶν ἀποβαλὼν τὸ στράτευμα καὶ τὴν δύναμιν, αὐτὸς δὲ περισπάσας τὸ διάδημα καὶ φυγὼν ἵππῳ μετὰ τριῶν ἢ τεττάρων ἀνοδίαις καὶ πλάναις πολὺν δρόμον, ἤδη δι ἔνδειαν ἀπαγορεύων ἐπαυλίῳ τινὶ προσῆλθε, καὶ τὸν δεσπότην αὐτὸν εὑρὼν κατὰ τύχην ἄρτον καὶ ὕδωρ ᾔτησεν. "ὦ βασιλεῦ Σέλευκε.
κἀκεῖνος ἐκτείνας τὴν δεξιὰν αὐτῷ καὶ προσελκόμενος ὡς φιλήσων, ἔνευσεν ἑνὶ τῶν μετ αὐτοῦ ξίφει τὸν τράχηλον ἀποκόψαι τοῦ ἀνθρώπου φθεγγομένου δ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη. εἰ δ ἐσίγησε τότε καρτερήσας ὀλίγον χρόνον, εὐτυχήσαντος ὕστερον τοῦ βασιλέως καὶ μεγάλου γενομένου μείζονας ἄν, οἶμαι, χάριτας ἐκομίσατ ἀντὶ τῆς σιωπῆς ἢ τῆς φιλοξενίας. οὗτος μὲν οὖν ἁμωσγέπως ἔσχε πρόφασιν τῆς ἀκρασίας τὴν ἐλπίδα καὶ τὴν φιλοφροσύνην, οἱ δὲ πλεῖστοι τῶν ἀδολέσχων οὐδ αἰτίαν ἔχοντες ἀπολλύουσιν αὑτούς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기