- 텍스트

Plutarch, De garrulitate, section 11

(플루타르코스, De garrulitate, section 11)

ἡ Ῥωμαίων σύγκλητος ἀπόρρητόν τινα βουλὴν ἐβουλεύετο καθ αὑτὴν ἐπὶ πολλὰς ἡμέρας:? ἀσάφειαν δὲ πολλὴν καὶ ὑπόνοιαν ἔχοντος τοῦ πράγματος, γυνὴ τἄλλα σώφρων, γυνὴ δέ, προσέκειτο τῷ ἑαυτῆς ἀνδρὶ λιπαρῶς δεομένη πυθέσθαι τἀπόρρητον: ὁρ´κοι δὲ καὶ κατάραι περὶ σιωπῆς ἐγίνοντο καὶ δάκρυα ποτνιωμένης αὐτῆς, ὡς πίστιν οὐκ ἐχούσης. "ἀλλ ἄκουε φοβερὸν πρᾶγμα καὶ τεράστιον προσήγγελται γὰρ ἡμῖν ὑπὸ τῶν ἱερέων κόρυδον ὦφθαι πετόμενον κράνος ἔχοντα χρυσοῦν καὶ δόρυ: "σκεπτόμεθα δὴ τὸ τέρας εἴτε χρηστὸν εἴτε φαῦλόν ἐστι, καὶ συνδιαποροῦμεν τοῖς μάντεσιν ἀλλὰ σιώπα. ταῦτα εἰπὼν ᾤχετ εἰς τὴν ἀγοράν: "τἀνδρὸς καὶ τῆς πατρίδος:

"τί πεισόμεθα· "τί γὰρ γέγονεν· οὐ φθάνει τὸ θεραπαινίδιον ἀποχωρῆσαν αὐτῆς, καὶ τῶν ὁμοδούλων εὐθὺς ἣν μάλιστ εἶδε σχολάζουσαν ἐμβάλλει τὸν λόγον ἐκείνη δὲ τῷ ἐραστῇ παραγενομένῳ πρὸς αὐτὴν ἔφρασεν. "οἴκοθεν εἰς ἀγορὰν καταβαίνεις·

ἔφη ἐκεῖνος. "οὐκοῦν οὐδὲν ἀκήκοας· "γέγονε γάρ τι καινὸν· "κόρυδος ὦπται πετόμενος κράνος ἔχων χρυσοῦν καὶ δόρυ, καὶ μέλλουσι περὶ τούτου σύγκλητον ἔχειν οἱ ἄρχοντες. "ὦ γύναι, τὸ καὶ φθάσαι με τὸν λόγον εἰς ἀγορὰν προελθόντα. τούς μὲν οὖν ἄρχοντας ἐντυχὼν ἀπήλλαξε τῆς ταραχῆς: "ὦ γύναι: "τὸ γάρ ἀπόρρητον ἐκ τῆς ἐμῆς οἰκίας πεφώραται δεδημοσιωμένον ὥστε μοι φευκτέον ἐστὶ τὴν πατρίδα διὰ τὴν σὴν ἀκρασίαν. "οὐ γὰρ ταῦτα μετὰ τριακοσίων ἤκουσας·

"τριακοσίων· "σοῦ βιαζομένης ἐπλασάμην ἀποπειρώμενος. οὗτος μὲν οὖν ἀσφαλῶς πάνυ καὶ μετ εὐλαβείας, ὥσπερ εἰς ἀγγεῖον σαθρὸν οὐκ οἶνον οὐκ ἔλαιον ἀλλ ὕδωρ ἐγχέας, ἐπείρασε τὴν γυναῖκα. Φούλβιος δ ὁ Καίσαρος ἑταῖρος τοῦ Σεβαστοῦ γέροντος ἤδη γεγονότος ἀκούσας ὀδυρομένου τὴν περὶ τὸν οἶκον ἐρημίαν, καὶ ὅτι τῶν μὲν δυεῖν αὐτῷ θυγατριδῶν ἀπολωλότων Ποστουμίου δ ὃς ἔτι λοιπός ἐστιν ἐκ διαβολῆς τινος ἐν φυγῇ ὄντος ἀναγκάζεται τὸν τῆς γυναικὸς υἱὸν ἐπεισάγειν τῇ διαδοχῇ τῆς ἡγεμονίας, καίπερ οἰκτείρων καὶ βουλευόμενος ἐκ τῆς ὑπερορίας ἀνακαλεῖσθαι τὸν θυγατριδοῦν ταῦτα ὁ Φούλβιος ἀκούσας ἐξήνεγκε πρὸς τὴν ἑαυτοῦ γυναῖκα, πρὸς δὲ Λιβίαν ἐκείνη, Λιβία δὲ καθήψατο πικρῶς Καίσαρος, εἰ πάλαι ταῦτα ἐγνωκὼς οὐ μεταπέμπεται τὸν θυγατριδοῦν, ἀλλ εἰς ἔχθραν καὶ πόλεμον αὐτὴν τῷ διαδόχῳ τῆς ἀρχῆς καθίστησιν.

"Φούλβιε.

"Καῖσαρ, ὅτι τάπόρρητον οὐκ ἐσιώπησα: "καὶ διὰ τοῦτο μέλλω ἀναιρεῖν ἐμαυτόν : "ὅτι μοι τοσοῦτον συνοικῶν χρόνον οὐκ ἔγνως οὐδ ἐφυλάξω τὴν ἀκρασίαν ἀλλ ἐάσον ἐμὲ προτέραν. καὶ λαβοῦσα τὸ ξίφος ἑαυτὴν προανεῖλε τἀνδρός.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION