- 텍스트

Plutarch, De garrulitate, section 10

(플루타르코스, De garrulitate, section 10)

τίς δ ὅλως ἑαυτῷ παρρησίαν ἀπολέλοιπε κατὰ τοῦ μὴ σιωπήσαντος·? εἰ γὰρ ἀγνοεῖσθαι τὸν λόγον ἔδει, κακῶς ἐλέχθη πρὸς ἄλλον εἰ δ ἀφεὶς ἐκ σεαυτοῦ κατέχεις ἐν ἑτέρῳ ιἀπόρρητον, εἰς ἀλλοτρίαν πίστιν καταπέφευγας τὴν σεαυτοῦ προέμενος. κἂν μὲν ἐκεῖνος ὅμοιός σοι γένηται, δικαίως ἀπόλωλας: ἂν δὲ βελτίων, σῴζῃ παραλόγως ἕτερον εὑρὼν σοῦ ὁ ὑπὲρ σεαυτοῦ πιστότερον. "ἀλλὰ φίλος οὗτος ἐμοί. τούτῳ δ ἕτερός τις, ᾧ πιστεύσει καὶ οὗτος ὡς ἐγὼ τούτῳ: κἀκεῖνος ἄλλῳ πάλιν εἶθ οὕτως ἐπιγονὴν λαμβάνει καὶ πολλαπλασιασμόν, εἰρομένης τῆς ἀκρασίας, ὁ λόγος. ὡς γὰρ ἡ μονὰς οὐκ ἐκβαίνει τὸν ἑαυτῆς ὁρ´ον ἀλλ ἅπαξ τὸ ἓν μένει, διὸ κέκληται μονάς: ἡ δὲ δυὰς ἀρχὴ διαφορᾶς ἀόριστος:

εὐθὺς γὰρ ἑαυτὴν ἐξίστησι τῷ διπλασιασμῷ εἰς τὸ πλῆθος τρεπομένη: οὕτω λόγος ἐν τῷ πρώτῳ καταμένων ἀπόρρητος ὡς ἀληθῶς ἐστιν ἂν δ εἰς ἕτερον ἐκβῇ φήμης ἔσχε τάξιν. φησὶν ὁ ποιητής: οὔτε γὰρ πτηνὸν ἐκ τῶν χειρῶν ἀφέντα ῥᾴδιόν ἐστιν αὖθις κατασχεῖν, οὔτε λόγον ἐκ τοῦ στόματος προέμενον συλλαβεῖν καὶ κρατῆσαι δυνατόν, ἀλλὰ φέρεται λαιψηρὰ κυκλώσας πτερὰ οι ἄλλων ἐπ ἄλλους σκιδνάμενος. νεὼς μὲν γὰρ ἁρπαγείσης ὑπὸ πνεύματος ἐπιλαμβάνονται, σπείραις καὶ ἀγκύραις τὸ τάχος ἀμβλύνοντες: λόγου δ ὥσπερ ἐκ λιμένων ἐκδραμόντος οὐκ ἔστιν ὁρ´μος οὐδ ἀγκυροβόλιον, ἀλλὰ ψόφῳ πολλῷ καὶ ἤχῳ φερόμενος προσέρρηξε καὶ κατέδυσεν εἰς μέγαν τινὰ καὶ δεινὸν τὸν φθεγξάμενον κίνδυνον.

μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας πρήσειεν ἄν τις: καὶ πρὸς ἄνδρ εἰπὼν ἕνα, πύθοιντ ἂν ἀστοὶ πάντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION