- 텍스트

Plutarch, De garrulitate, section 8 3:

(플루타르코스, De garrulitate, section 8 3:)

ὁ δὲ ποιητὴς τὸν λογιώτατον Ὀδυσσέα σιωπηλότατον πεποίηκε, καὶ τὸν υἱὸν αὐτοῦ καὶ τὴν γυναῖκα καὶ τὴν τροφὸν ἀκούεις γὰρ λεγούσης, ἕξω ο ἠύτε περ κρατερὴ δρῦς ἠὲ σίδηρος.? αὐτὸς δὲ τῇ Πηνελόπῃ παρακαθήμενος θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, ὀφθαλμοὶ δ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος, ἀτρέμας ἐν βλεφάροισιν. οὕτω τὸ σῶμα μεστὸν ἦν αὐτῷ πανταχόθεν ἐγκρατείας, καὶ πάντ ἔχων ὁ λόγος εὐπειθῆ καὶ ὑποχείρια προσέταττε τοῖς ὄμμασι μὴ δακρύειν, τῇ γλώττῃ μὴ φθέγγεσθαι, τῇ καρδίᾳ μὴ τρέμειν μηδ ὑλακτεῖν. τῷ δ αὖτ ἐν πείσῃ κραδίη μένε τετληυῖα, μέχρι τῶν ἀλόγων κινημάτων διήκοντος τοῦ λογισμοῦ καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα πεποιημένου κατήκοον ἐαυτῷ καὶ χειρόηθες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION