호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτι τοίνυν τὸ μεθύειν πᾶς ἄνθρωπος αἰδήμων καὶ κόσμιος, οἶμαι, φυλάξαιτ ἄν:? μανίᾳ γὰρ ὁμότοιχος μὲν ἡ ὀργὴ κατ ἐνίους, ἡ δὲ μέθη σύνοικος: μᾶλλον δὲ μανία τῷ μὲν χρόνῳ ἥττων, τῇ δ αἰτίᾳ μείζων, ὅτι τὸ αὐθαίρετον αὐτῇ πρόσεστι. φησιν, ἐφέηκε πολύφρονά περ μάλ ἀεῖσαι, καὶ θ ἁπαλὸν γελάσαι καὶ τ᾿ ὀρχήσασθαι ἀνῆκε. καὶ τί τὸ δεινότατον· ᾠδὴ καὶ γέλως καὶ ὄρχησις· οὐδὲν ἄχρι τούτων καί τι ἔπος προέηκεν, ὅπερ τ᾿ ἄρρητον ἄμεινον τοῦτ ἤδη δεινὸν καὶ ἐπικίνδυνον. καὶ μήποτε τὸ ζητούμενον παρὰ τοῖς φιλοσόφοις λύων ὁ ποιητὴς οἰνώσεως καὶ μέθης διαφορὰν εἴρηκεν, οἰνώσεως μὲν ἄνεσιν, μέθης δὲ φλυαρίαν. τὸ γάρ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος ἐπὶ τῆς γλώττης ἐστὶ τοῦ μεθύοντος, ὡς οἱ παροιμιαζόμενοι φασιν.
"δύναιτο μωρὸς ἐν οἴνῳ σιωπᾶν·
Ἀθήνησι δέ τις ἑστιῶν πρέσβεις βασιλικοὺς ἐφιλοτιμήθη σπουδάζουσιν ἐν αὐτοῖς συναγαγεῖν εἰς ταὐτὸ τοὺς φιλοσόφους: "δὲ Ζήνων, τῷ βασιλεῖ· "ἢ ὅτι πρεσβύτης ἐστὶν ἐν Ἀθήναις παρὰ πότον σιωπᾶν δυνάμενος. οὕτω τι βαθὺ καὶ μυστηριῶδες ἡ σιγὴ καὶ νηφάλιον, ἡ δὲ μέθη λάλον ἄνουν γὰρ καὶ ὀλιγόφρον, διὰ τοῦτο καὶ πολύφωνον. οἱ δὲ φιλόσοφοι καὶ ὁριζόμενοι τὴν μέθην λέγουσιν εἶναι λήρησιν πάροινον οὕτως οὐ ψέγεται τὸ πίνειν, εἰ προσείη τῷ πίνειν τὸ σιωπᾶν:
ἀλλ ἡ μωρολογία μέθην ποιεῖ τὴν οἴνωσιν. ὁ μὲν οὖν μεθύων ληρεῖ παρ οἶνον, ὁ δ ἀδόλεσχος πανταχοῦ ληρεῖ ἐν ἀγορᾷ ἐν θεάτρῳ ἐν περιπάτῳ ἐν μέθῃ νήφων ἡμέραν νύκτωρ: ἔστι δὲ θεραπεύων τῆς νόσου βαρύτερος, συμπλέων τῆς ναυτίας ἀηδέστερος, ἐπαινῶν τοῦ ψέγοντος ἐπαχθέστερος: ἥδιόν γέ τοι πονηροῖς ὁμιλοῦμεν ἐπιδεξίοις ἢ χρηστοῖς ἀδολέσχαις. ὁ μὲν γὰρ Σοφοκλέους Νέστωρ τὸν Αἰάντα τραχυνόμενον τῷ λόγῳ πραϋ´νων ἠθικῶς τοῦτ εἴρηκεν, οὐ μέμφομαί σε: δρῶν γὰρ εὖ κακῶς λέγεις:
πρὸς δὲ τὸν ἀδολέσχην οὐχ οὕτως ἔχομεν, ἀλλὰ πᾶσαν ἔργου χάριν ἡ τῶν λόγων ἀκαιρία διαφθείρει καὶ ἀπόλλυσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기