호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"καθόλου γάρ, ὥς φημι, δύο πάσης γενέσεως αἰτίας ἐχούσης, οἱ μὲν σφόδρα παλαιοὶ θεολόγοι καὶ ποιηταὶ τῇ κρείττονι τὸν νοῦν προσέχειν εἵλοντο, τοῦτο δὴ τὸ κοινὸν ἐπιφθεγγόμενοι πᾶσι πράγμασι Ζεὺς ἀρχὴ Ζεὺς μέσσα, Διὸς δ ἐκ πάντα πέλονται ταῖς δ ἀναγκαίαις καὶ φυσικαῖς οὐκ ἔτι προσῄεσαν αἰτίαις.? "οἱ δὲ νεώτεροι τούτων καὶ φυσικοὶ προσαγορευόμενοι τοὐναντίον ἐκείνοις τῆς καλῆς καὶ θείας ἀποπλανηθέντες ἀρχῆς, ἐν σώμασι καὶ πάθεσι σωμάτων πληγαῖς τε καὶ μεταβολαῖς καὶ κράσεσι τίθενται τὸ σύμπαν. "ὅθεν ἀμφοτέροις ὁ λόγος ἐνδεὴς· "τοῦ προσήκοντός ἐστι, τοῖς μὲν τὸ δι οὗ καὶ ὑφ οὗ τοῖς δὲ τὸ ἐξ ὧν καὶ δι ὧν ἀγνοοῦσιν ἢ παραλείπουσιν. "ὁ δὲ πρῶτος ἐκφανῶς ἁψάμενος ἀμφοῖν καὶ τῷ κατὰ λόγον ποιοῦντι καὶ κινοῦντι προσλαβὼν ἀναγκαίως τὸ ὑποκείμενον καὶ πάσχον, ἀπολύεται καὶ ὑπὲρ ἡμῶν πᾶσαν ὑποψίαν καὶ διαβολήν. οὐ γὰρ ἄθεον ποιοῦμεν οὐδ ἄλογον τὴν μαντικήν, ὕλην μὲν αὐτῇ τὴν ψυχὴν τοῦ ἀνθρώπου τὸ δ ἐνθουσιαστικὸν πνεῦμα καὶ τὴν ἀναθυμίασιν οἱο῀ν ὄργανον ἢ πλῆκτρον ἀποδιδόντες: "πρῶτον μὲν γὰρ ἡ γεννήσασα γῆ τὰς ἀναθυμιάσεις ὅ τε πᾶσαν ἐνδιδοὺς κράσεως: "τῇ γῇ καὶ μεταβολῆς δύναμιν ἥλιος νόμῳ πατέρων θεός ἐστιν ἡμῖν ἔπειτα δαίμονας ἐπιστάτας καὶ περιπόλους καὶ φύλακας οἱο῀ν ἁρμονίας τῆς κράσεως ταύτης· "τὰ μὲν ἀνιέντας ἐν καιρῷ τὰ δ ἐπιτείνοντας, καὶ τὸ ἄγαν ἐκστατικὸν αὐτῆς καὶ ταρακτικὸν ἀφαιροῦντας τὸ δὲ κινητικὸν ἀλύπως καὶ ἀβλαβῶς τοῖς χρωμένοις καταμιγνύντας ἀπολείποντες, οὐδὲν ἄλογον ποιεῖν οὐδ ἀδύνατον δόξομεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기