- 텍스트

Plutarch, De defectu oraculorum, section 45

(플루타르코스, De defectu oraculorum, section 45)

"οὐκ οἶδ ἔγωγε τά γε νῦν ἀποδημῶ γάρ, ὡς ἴστε, πάμπολυν ἤδη χρόνον:? "ἔτι δ ἤκμαζεν ἐμοῦ παρόντος καὶ τὸ Μόψου καὶ τὸ Ἀμφιλόχου μαντεῖον. "ἔχω δ εἰπεῖν τῷ Μόψου παραγενόμενος πρᾶγμα θαυμασιώτατον. "ὁ γὰρ ἡγεμὼν τῆς Κιλικίας αὐτὸς μὲν ἀμφίδοξος ὢν ἔτι πρὸς τὰ θεῖα, δι ἀσθένειαν ἀπιστίας οἶμαι τἄλλα γὰρ ἦν ὑβριστὴς καὶ φαῦλος ἔχων δὲ περὶ αὑτὸν Ἐπικουρείους τινὰς τῶν καλῶν δὴ καὶ φυσιολόγων ἐνυβρίζοντας, ὡς αὐτοὶ λέγουσι, τοῖς τοιούτοις, εἰσέπεμψεν ἀπελεύθερον οἱο῀ν εἰς πολεμίων κατάσκοπον ἐνσκευάσας, ἔχοντα κατεσφραγισμένην δέλτον, ἐν ᾗ τὸ ἐρώτημ ἦν ἐγγεγραμμένον, οὐδενὸς εἰδότος. "ἐννυχεύσας οὖν ὁ ἄνθρωπος ὥσπερ ἔθος ἐστὶ τῷ σηκῷ , καὶ κατακοιμηθεὶς ἀπήγγειλε μεθ ἡμέραν ἐνύπνιον τοιοῦτον. "ἄνθρωπον ἔδοξεν αὑτῷ καλὸν ἐπιστάντα φθέγξασθαι τοσοῦτον μέλανα καὶ πλέον οὐδὲν ἀλλ εὐθὺς οἴχεσθαι. "τοῦθ ἡμῖν μὲν ἄτοπον ἐφάνη καὶ πολλὴν ἀπορίαν παρέσχεν ὁ δ ἡγεμὼν ἐκεῖνος ἐξεπλάγη καὶ προσεκύνησεν , καὶ τὴν δέλτον ἀνοίξας ἐπεδείκνυεν ἐρώτημα τοιοῦτο γεγραμμένον πότερόν σοι λευκὸν ἢ μέλανα θύσω ταῦρον· " ὥστε καὶ τοὺς Ἐπικουρείους διατραπῆναι , κἀκεῖνον αὐτὸν τήν τε θυσίαν ἐπιτελεῖν καὶ σέβεσθαι διά τέλους τὸν Μόψον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION