호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"καίτοι πάντων τούτων οἱ περὶ Ἀριστοτέλην δημιουργὸν ἐν τῇ γῇ τὴν ἀναθυμίασιν ἀποφαίνουσιν, ᾗ καὶ συνεκλείπειν καὶ συμμεθίστασθαι καὶ συνεξανθεῖν πάλιν τὰς τοιαύτας φύσεις ἀναγκαῖόν ἐστι.? "ταὐτὰ δὴ περὶ μαντικῶν πνευμάτων διανοητέον, ὡς οὐκ ἐχόντων ἀίδιον οὐδ ἀγήρων τὴν δύναμιν ἀλλ ὑποκειμένην μεταβολαῖς. καὶ γὰρ ὄμβρους ὑπερβάλλοντας εἰκός ἐστι κατασβεννύναι καὶ κεραυνῶν ἐμπεσόντων διαφορεῖσθαι, μάλιστα δὲ τῆς γῆς ὑποσάλου γιγνομένης καὶ λαμβανούσης ἱζήματα καὶ σύγχωσιν ἐν βάθει, μεθίστασθαι τὰς ἀναθυμιάσεις ἢ τυφλοῦσθαι τὸ παράπαν, ὥσπερ ἐνταῦθά φασι παραμένειν τὰ περὶ τὸν μέγαν σεισμόν, ὃς καὶ τὴν πόλιν ἀνέτρεψεν. "ἐν δ Ὀρχομενῷ λέγουσι λοιμοῦ γενομένου πολλοὺς μὲν ἀνθρώπους διαφθαρῆναι τὸ δὲ τοῦ Τειρεσίου χρηστήριον ἐκλιπεῖν παντάπασι καὶ μέχρι τοῦ νῦν ἀργὸν διαμένειν καὶ ἄναυδον. "εἰ δὲ καὶ τοῖς περὶ Κιλικίαν ὅμοια συμβέβηκε παθεῖν, ὡς ἀκούομεν, οὐδεὶς:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기