호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"οἱ μέντοι δοξάζοντες ἕνα καὶ τὸν αὐτὸν θεὸν εἶναι, εἰκότως Ἀπόλλωνι καὶ γῇ κοινῶς ἀνέθεσαν τὸ χρηστήριον, οἰόμενοι τὴν διάθεσιν καὶ κρᾶσιν ἐμποιεῖν τῇ γῇ τὸν ἥλιον, ἀφ ἧς ἐκφέρεσθαι τὰς μαντικὰς ἀναθυμιάσεις.? "αὐτὴν μὲν οὖν τὴν γῆν ὥσπερ Ἡσίοδος ἐνίων φιλοσόφων βέλτιον διανοηθεὶς πάντων ἕδος ἀσφαλές προσεῖπεν, οὕτω καὶ ἡμεῖς καὶ ἀίδιον καὶ ἄφθαρτον νομίζομεν τῶν δὲ περὶ αὐτὴν δυνάμεων πῆ μὲν ἐκλείψεις πῆ δὲ γενέσεις ἀλλαχοῦ δὲ μεταστάσεις καὶ μεταρροίας ἀλλαχόθεν εἰκός ἐστι συμβαίνειν, καὶ κυκλεῖν ἐν αὐτῇ τὰς τοιαύτας ἐν τῷ χρόνῳ παντὶ πολλάκις περιόδους ὡς ἔστι τεκμαίρεσθαι τοῖς φαινομένοις. "λιμνῶν τε γὰρ γεγόνασι καὶ ποταμῶν, ἔτι δὲ πλείονες ναμάτων θερμῶν ὅπου μὲν ἐκλείψεις καὶ φθοραὶ παντάπασιν, ὅπου δ οἱο῀ν ἀποδράσεις καὶ καταδύσεις: "εἶτα πάλιν ἥκει διὰ χρόνων . ἐπιφαινόμενα τοῖς αὐτοῖς τόποις ἢ πλησίον ὑπορρέοντα: "καὶ μετάλλων ἴσμεν ἐξαμαυρώσεις γεγονέναι καινάς, ὡς τῶν περὶ τὴν Ἀττικὴν ἀργυρείων καὶ τῆς ἐν Εὐβοίᾳ χαλκίτιδος ἐξ ἧς ἐδημιουργεῖτο τὰ ψυχρήλατα τῶν ξιφῶν, ὡς Αἰσχύλος εἴρηκε λαβὼν γὰρ αὐτόθηκτον Εὐβοικὸν ξίφος: "τῇ δ ἐν Καρύστῳ πέτρᾳ χρόνος οὐ πολὺς ἀφ οὗ πέπαυται μηρύματα λίθων μαλακὰ νηματώδη συνεκφέρουσα. "καὶ γὰρ ὑμῶν ἑωρακέναι τινὰς οἰόμαι χειρόμακτρα καὶ δίκτυα καὶ κεκρυφάλους ἐκεῖθεν οὔτι περικαομένους: "ἀλλ ὅς ἂν ῥυπανθῇ χρωμένων, ἐμβαλόντες εἰς φλόγα λαμπρὰ καὶ διαφανῆ κομίζονται νῦν δ ἠφάνισται καὶ μόλις οἱο῀ν ἶνες ἢ τρίχες ἀραιαὶ διατρέχουσιν ἐν τοῖς μετάλλοις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기