- 텍스트

Plutarch, De defectu oraculorum, section 41

(플루타르코스, De defectu oraculorum, section 41)

"ἅμα δ ἄν τις οὐκ ἀλόγως καὶ ξηρότητα φαίη μετὰ τῆς θερμότητος ἐγγιγνομένην λεπτύνειν τὸ πνεῦμα καὶ ποιεῖν αἰθερῶδες καὶ καθαρόν:? "αὑή γάρ ψυχή καθ Ἡράκλειτον. "ὑγρότης δ οὐ μόνον ὄψιν ἀμβλύνει καὶ ἀκοήν, ἀλλὰ καὶ κατόπτρων θιγοῦσα καὶ μιχθεῖσα πρὸς ἀέρα ἀφαιρεῖ τὴν λαμπρότητα καὶ τὸ φέγγος. "τοὐναντίον πάλιν αὖ περιψύξει τινὶ καὶ πυκνώσει τοῦ πνεύματος οἱο῀ν βαφῇ σιδήρου τὸ προγνωστικὸν μόριον ἐντείνεσθαι καὶ στομοῦσθαι τῆς ψυχῆς οὐκ ἀδύνατόν ἐστι. "καὶ μὴν ὡς κασσίτερος μανὸν ὄντα καὶ πολύπορον τὸν χαλκὸν ἐντακεὶς ἅμα μὲν ἔσφιγξε καὶ κατεπύκνωσεν ἅμα δὲ λαμπρότερον ἀπέδειξε καὶ καθαρώτερον, οὕτως οὐδὲν ἀπέχει τὴν μαντικὴν ἀναθυμίασιν οἰκεῖόν τι ταῖς ψυχαῖς καὶ συγγενὲς ἔχουσαν ἀναπληροῦν τὰ μανὰ καὶ συνέχειν ἐναρμόττουσαν. "ἄλλα γὰρ ἄλλοις οἰκεῖα καὶ πρόσφορα, καθάπερ τῆς μὲν πορφύρας ὁ κύαμος τῆς δὲ κρόκου τὸ νίτρον δοκεῖ τὴν βαφὴν ἄγειν μεμιγμένον βύσσῳ δὲ γλαυκῇ κόκκου καταμίσγεται ὡς Ἐμπεδοκλῆς εἴρηκε. "περὶ δὲ τοῦ Κύδνου καὶ τῆς ἱερᾶς τοῦ Ἀπόλλωνος ἐν Ταρσῷ μαχαίρας, ὦ φίλε Δημήτριε, σοῦ λέγοντος ἠκούομεν, ὡς ὁ Κύδνος ἄλλο ἐκκαθαίρει σίδηρον ἐκεῖνον οὔθ ὕδωρ ἄλλο τὴν μάχαιραν ἢ ἐκεῖνο: "καθάπερ ἐν Ὀλυμπίᾳ τὴν τέφραν προσπλάττουσι τῷ βωμῷ καὶ περιπηγνύουσιν ἐκ τοῦ Ἀλφειοῦ παραχέοντες ὕδωρ, ἑτέρων δὲ πειρώμενοι ποταμῶν οὐδενὶ δύνανται συναγαγεῖν οὐδὲ κολλῆσαι τὴν τέφραν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION