호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ταύτην οὖν ἔχουσαι τὴν δύναμιν αἱ ψυχαὶ σύμφυτον μὲν ἀλλ ἀμυδρὰν καὶ δυσφάνταστον, ὅμως ἐξανθοῦσι πολλάκις καὶ ἀναλαμβάνουσιν ἔν τε τοῖς ἐνυπνίοις καὶ περὶ τὰς τελευτὰς ἔνιαι, καθαροῦ γιγνομένου τοῦ σώματος ἤ τινα κρᾶσιν οἰκείαν πρὸς τοῦτο λαμβάνοντος, ἢ τῷ τὸ λογιστικὸν καὶ φροντιστικὸν ἀνίεσθαι καὶ ἀπολύεσθαι τῶν παρόντων τῷ ἀλόγῳ καὶ φαντασιαστικῷ τοῦ μέλλοντος ἐπιστρεφόμεναι.? "οὐ γάρ, ὡς ὁ Εὐριπίδης φησί, μάντις δ ἄριστος ὅστις εἰκάζει καλῶς, ἀλλ οὗτος ἔμφρων μὲν ἀνὴρ καὶ τῷ νοῦν ἔχοντι τῆς ψυχῆς καὶ μετ εἰκότος ἡγουμένῳ καθ ὁδὸν ἑπόμενος. "τὸ δὲ μαντικὸν ὥσπερ γραμματεῖον ἄγραφον καὶ ἄλογον καὶ ἀόριστον ἐξ αὑτοῦ, δεκτικὸν δὲ φαντασιῶν πάθεσι καὶ προαισθήσεων, ἀσυλλογίστως ἅπτεται τοῦ μέλλοντος, ὅταν ἐκστῇ μάλιστα τοῦ παρόντος. "ἐξίσταται δὲ κράσει καὶ διαθέσει τοῦ σώματος, ἐν μεταβολῇ γιγνόμενον, ὃν ἐνθουσιασμὸν καλοῦμεν. "αὐτὸ μὲν οὖν ἐξ αὑτοῦ τὸ σῶμα τοιαύτην πολλάκις ἴσχει διάθεσιν ἡ δὲ γῆ πολλῶν μὲν ἄλλων δυνάμεων πηγὰς ἀνίησιν ἀνθρώποις, τὰς μὲν ἐκστατικὰς καὶ νοσώδεις καὶ θανατηφόρους τὰς δὲ χρηστὰς καὶ προσηνεῖς καὶ ὠφελίμους, ὡς δῆλαι γίγνονται πείρᾳ προστυγχάνουσι. "τὸ δὲ μαντικὸν ῥεῦμα καὶ πνεῦμα θειότατόν ἐστι καὶ ὁσιώτατον, ἄν τε καθ ἑαυτὸ δι ἀέρος ἄν τε μεθ ὑγροῦ νάματος ἀναφέρηται. "καταμιγνύμενον γὰρ εἰς τὸ σῶμα κρᾶσιν ἐμποιεῖ ταῖς ψυχαῖς ἀήθη καὶ ἄτοπον, ἧς τὴν ἰδιότητα χαλεπὸν εἰπεῖν σαφῶς, εἰκάσαι δὲ πολλαχῶς ὁ λόγος δίδωσι. "θερμότητι γὰρ καὶ διαχύσει πόρους· "τινὰς ἀνοίγειν φανταστικοὺς τοῦ μέλλοντος εἰκός ἐστιν, ὡς οἶνος ἀναθυμιαθεὶς ἕτερα πολλὰ κινήματα καὶ λόγους ἀποκειμένους καὶ λανθάνοντας ἀποκαλύπτει τὸ γὰρ βακχεύσιμον καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει κατ Εὐριπίδην, ὅταν ἔνθερμος ἡ ψυχὴ γενομένη καὶ πυρώδης ἀπώσηται τὴν εὐλάβειαν, ἣν ἡ θνητὴ φρόνησις ἐπάγουσα πολλάκις ἀποστρέφει καὶ κατασβέννυσι τὸν ἐνθουσιασμόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기