호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἐκεῖνος δ οἶμαι σεμνότερος ὁ λόγος καὶ μεγαλοπρεπέστερος, ἀδεσπότους καὶ αὐτοκρατεῖς τοὺς θεοὺς ὄντας, ὥσπερ οἱ Τυνδαρίδαι τοῖς χειμαζομένοις βοηθοῦσιν ἐπερχόμενοί τε μαλάσσοντες βίᾳ τὸν πόντον ὠκείας τ ἀνέμων ῥιπάς οὐκ ἐμπλέοντες αὐτοὶ καὶ συγκινδυνεύοντες ἀλλ ἄνωθεν ἐπιφαινόμενοι καὶ σῴζοντες:? "οὕτως ἐπιέναι τῶν κόσμων ἄλλοτ ἄλλον, ἡδονῇ τε τῆς θέας ἀγομένους καὶ τῇ φύσει συναπευθύνοντας ἕκαστον. "ὁ μὲν γὰρ Ὁμηρικὸς Ζεὺς οὐ πάνυ πρόσω μετέθηκε τὴν ὄψιν ἀπὸ Τροίας ἐπὶ τὰ Θρᾴκια καὶ τοὺς περὶ τὸν Ἴστρον νομάδας, ὁ δ ἀληθινὸς ἔχει καλὰς καὶ πρεπούσας ἐν πλείοσι κόσμοις μεταβολάς, οὐχὶ κενὸν ἄπειρον ἔξω βλέπων οὐδ ἑαυτὸν ἄλλο δ οὐδὲν ὡς ᾠήθησαν ἔνιοι νοῶν, ἀλλ ἔργα τε θεῶν καὶ ἀνθρώπων πολλὰ κινήσεις τε καὶ φορὰς ἄστρων ἐν περιόδοις καταθεώμενος. "οὐ γὰρ ἀπεχθάνεται μεταβολαῖς ἀλλὰ καὶ πάνυ χαίρει τὸ θεῖον, εἰ δεῖ τῶν φαινομένων τεκμαίρεσθαι ταῖς κατ οὐρανὸν ἐξαμείψεσι καὶ περιόδοις. "ἡ μὲν οὖν ἀπειρία παντάπασιν ἀγνώμων καὶ ἄλογος καὶ μηδαμῇ προσιεμένη θεόν, ἀλλὰ χρωμένη πρὸς πάντα τῷ κατὰ τύχην καὶ αὐτομάτως: "ἡ δ ἐν ὡρισμένῳ πλήθει καὶ ἀριθμῷ κόσμων ἐπιμέλεια καὶ πρόνοια τῆς εἰς ἓν δεδυκυίας σῶμα καὶ προσηρτημένης ἑνὶ καὶ τοῦτο μετασχηματιζούσης καὶ ἀναπλαττούσης ἀπειράκις ἔμοιγε δοκεῖ μηδὲν ἔχειν ἀσεμνότερον μηδ ἐπιπονώτερον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기