- 텍스트

Plutarch, De defectu oraculorum, section 24

(플루타르코스, De defectu oraculorum, section 24)

"τὰ κωλύοντα ποιεῖν κόσμους ἀπείρους οὐκ ἀπείργει πλείονας ἑνὸς ποιεῖν.? καὶ γὰρ οἱό῀ν τ ἔστιν εἶναι καὶ μαντικὴν καὶ πρόνοιαν ἐν πλείοσι κόσμοις, καὶ τὸ μικροτάτην τύχην παρεμπίπτειν, τὰ δὲ πλεῖστα καὶ μέγιστα τάξιν λαμβάνειν πρὸς γένεσιν καὶ μεταβολήν, ὧν οὐδὲν ἡ ἀπειρία δέχεσθαι πέφυκεν. "ἔπειτα τῷ λόγῳ μᾶλλον ἕπεται τὸ τῷ θεῷ μὴ μονογενῆ μηδ ἔρημον εἶναι τὸν κόσμον. "ἀγαθὸς γὰρ ὢν τελέως οὐδεμιᾶς ἀρετῆς ἐνδεής ἐστιν, ἥκιστα δὲ τῶν περὶ δικαιοσύνην καὶ φιλίαν: "κάλλισται γὰρ αὗται καὶ θεοῖς πρέπουσαι. "μάτην δ οὐδὲν ἔχειν οὐδ ἄχρηστον θεὸς πέφυκεν. "εἰσὶν οὖν ἐκτὸς ἕτεροι θεοὶ καὶ κόσμοι, πρὸς οὓς χρῆται ταῖς κοινωνικαῖς ἀρεταῖς: "οὐ γὰρ πρὸς αὑτὸν οὐδὲ μέρος αὑτοῦ χρῆσίς ἐστι δικαιοσύνης ἢ χάριτος ἢ χρηστότητος ἀλλὰ πρὸς ἄλλους· ". ὥστ οὐκ εἰκὸς ἄφιλον οὐδ ἀγείτονα τόνδ οὐδ ἄμικτον ἐν ἀπείρῳ κενῷ τὸν κόσμον σαλεύειν: "ἐπεὶ καὶ τὴν φύσιν ὁρῶμεν τὰ καθ ἕκαστα γένεσιν καὶ εἴδεσιν οἱο῀ν ἀγγείοις ἢ περικαρπίοις σπέρματος περιέχουσαν. "οὐδὲν γὰρ ἐν ἀριθμῷ τῶν ὄντων ἔστιν, οὗ γε μὴ λόγος ὑπάρχει κοινός, οὐδὲ τυγχάνει τῆς τοιᾶσδε προσηγορίας ὃ μὴ κοινῶς ποιὸν ἢ ἰδίως ἐστίν. ὁ δὲ κόσμος οὐ λέγεται κοινῶς εἶναι ποιός: "ἰδίως τοίνυν ποιός ἐστιν ἐκ διαφορᾶς τῆς πρὸς ἄλλα συγγενῆ καὶ ὁμοειδῆ γεγονὼς τοιοῦτος. "εἰ γὰρ οὔτ ἄνθρωπος εἷς οὔτ ἵππος ἐν τῇ φύσει γέγονεν οὔτ ἄστρον οὔτε θεὸς οὔτε δαίμων, τί κωλύει μηδὲ κόσμον ἕνα τὴν φύσιν ἔχειν ἀλλ ἢ πλείονας· "ὁ γὰρ λέγων, ὅτι καὶ γῆν μίαν ἔχει καὶ θάλατταν, ἐμφανὲς τι παρορᾷ τὸ τῶν ὁμοιομερῶν τήν τε γὰρ γῆν εἰς ὁμώνυμα μέρη καὶ τὴν θάλατταν ὡσαύτως διαιροῦμεν: "τοῦ δὲ κόσμου μέρος οὐκέτι κόσμος ἀλλ ἐκ διαφόρων φύσεων συνέστηκε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION