호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"τῶν γραμματικῶν ἀκούομεν εἰσ Ὅμηρον ἀναγόντων τὴν δόξαν, ὡσ ἐκείνου τὸ πᾶν εἰσ πέντε κόσμουσ διανέμοντοσ, οὐρανὸν ὕδωρ ἀέρα γῆν ὄλυμπον. "ὧν τὰ μὲν δύο κοινὰ καταλείπει, γῆν μὲν τοῦ κάτω παντὸσ οὖσαν ὄλυμπον δὲ τοῦ· "ἄνω παντόσ· "οἱ δ’ ἐν μέσῳ τρεῖσ τοῖσ τρισὶ θεοῖσ ἀπεδόθησαν. "οὕτω δὲ καὶ Πλάτων ἐοίκε τὰ κάλλιστα καὶ πρῶτα σωμάτων εἴδη καὶ σχήματα συννέμων ταῖσ τοῦ ὅλου διαφοραῖσ πέντε κόσμουσ καλεῖν, τὸν γῆσ τὸν ὕδατοσ τὸν ἀέροσ τὸν πυρόσ· "ἔσχατον δὲ τὸν περιέχοντα τούτουσ, τὸν τοῦ δωδεκαέδρου, πολύχυτον καὶ πολύτρεπτον, ᾧ μάλιστα δὴ ταῖσ ψυχικαῖσ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기