- 텍스트

Plutarch, De defectu oraculorum, section 23 1:

(플루타르코스, De defectu oraculorum, section 23 1:)

"ἐπέρχεται κἀμοὶ περὶ τοῦ ξένου εἰπεῖν ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο δογμάτων τε καὶ λόγων παντοδαπῶν, καὶ πολυπλανὴς ἐν γράμμασι καὶ οὐ βάρβαρος ἀλλ Ἕλλην γένος ἦν, πολλῆς Ἑλληνίδος μούσης ἀνάπλεως.? "ἐλέγχει ὁ αὐτὸν ὁ τῶν κόσμων ἀριθμὸς οὐκ ὢν Αἰγύπτιος οὐδ Ἰνδὸς ἀλλὰ Δωριεὺς ἀπὸ Σικελίας, ἀνδρὸς Ἱμεραίου τοὔνομα Πέτρωνος: "αὐτοῦ μὲν ἐκείνου βιβλίδιον οὐκ ἀνέγνων οὐδ οἶδα διασῳζόμενον Ἵππυς δ ὁ Ῥηγῖνος, οὗ μέμνηται Φανίας ὁ Ἐρέσιος, ἱστορεῖ δόξαν εἶναι ταύτην Πέτρωνος καὶ λόγον, ὡς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ τρεῖς κόσμους ὄντας ἁπτομένους δ ἀλλήλων κατὰ στοιχεῖον: "ὅ τι τοῦτ ἐστί, κατὰ στοιχεῖον ἅπτεσθαι, μὴ προσδιασαφῶν μηδ ἄλλην τινὰ πιθανότητα προσάπτων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION