- 텍스트

Plutarch, De defectu oraculorum, section 12 1:

(플루타르코스, De defectu oraculorum, section 12 1:)

συνέφησεν ὁ Δημήτριος.? ὁ Κλεόμβροτος· "τὸ πολλάκις τὸ μετροῦν καὶ τὰ μετρούμενα τοῖς αὐτοῖς ὀνόμασι προσαγορεύεσθαι, κοτύλην καὶ χοίνικα καὶ ἀμφορέα καὶ μέδιμνον. "ὃν τρόπον οὖν τοῦ παντὸς ἀριθμοῦ τὴν μονάδα μέτρον οὖσαν ἐλάχιστον καὶ ἀρχὴν ἀριθμὸν καλοῦμεν: "οὕτω τὸν ἐνιαυτόν, ᾧ πρώτῳ μετροῦμεν ἀνθρώπου βίον, ὁμωνύμως τῷ μετρουμένῳ γενεὰν ὠνόμασεν. "καὶ γὰρ οὓς μὲν ἐκεῖνοι ποιοῦσιν ἀριθμοὺς οὐδὲν ἔχουσι τῶν νενομισμένων ἐπιφανῶν καὶ λαμπρῶν ὡς ἐν ἀριθμοῖς: "ὁ δὲ τῶν ἐννακισχιλίων ἑπτακοσίων εἴκοσι τὴν γένεσιν ἔσχηκε συνθέσει μὲν ἐκ τῶν ἀπὸ μονάδος τεσσάρων ἐφεξῆς τετράκις γενομένων τεσσάρων : "τεσσαράκοντα γὰρ ἑκατέρως γίγνεται. "ταῦτα δὲ πεντάκις τριγωνισθέντα τὸν ἐκκείμενον ἀριθμὸν παρέσχεν. "ἀλλὰ περὶ μὲν τούτων οὐκ ἀναγκαῖον ἡμᾶς Δημητρίῳ διαφέρεσθαι. "καὶ γὰρ κἂν πλείων ὁ χρόνος κἂν ἐλάττων κἄν τεταγμένος κἂν ἄτακτος, ἐν ᾧ μεταλλάττει δαίμονος ψυχὴ καὶ ἡρ´ωος βίος, οὐδὲν ἧττον ἐφ ᾧ βούλεται δεδείξεται μετὰ μαρτύρων σοφῶν καὶ παλαιῶν, ὅτι φύσεις εἰσί τινές ὥσπερ ἐν μεθορίῳ θεῶν καὶ ἀνθρώπων, δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγκαίας, οὓς δαίμονας ὀρθῶς ἔχει κατὰ νόμον πατέρων ἡγουμένους καὶ ὀνομάζοντας σέβεσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION