- 텍스트

Plutarch, De defectu oraculorum, section 8

(플루타르코스, De defectu oraculorum, section 8)

"ὦ Λαμπρία, καὶ πρόσεχε τῷ λόγῳ τὴν διάνοιαν, ὅπως μὴ τὸν θεὸν ἀναίτιον ποιῶμεν.? "ὁ γὰρ ἄλλῳ τινὶ καὶ μὴ θεοῦ γνώμῃ τὰ παυσάμενα τῶν χρηστηρίων ἐκλιπεῖν ἡγούμενος, ὑπόνοιαν δίδωσι τοῦ μὴ γίνεσθαι μηδ εἶναι διὰ τὸν θεὸν ἀλλ ἑτέρῳ τινὶ τρόπῳ νομίζειν. "οὐ γὰρ ἄλλη γέ τις ἔστι μείζων οὐδὲ κρείττων δύναμις, ὥστ ἀναιρεῖν καὶ ἀφανίζειν ἔργον θεοῦ τὴν μαντικὴν οὖσαν. "ὁ μὲν οὖν Πλανητιάδου λόγος οὐκ ἀρεστὸς ἐμοὶ διά τε τἄλλα καὶ τὴν ἀνωμαλίαν, ἣν περὶ τὸν θεὸν ποιεῖ, πῆ μὲν ἀποστρεφόμενον καὶ ἀπαξιοῦντα τὴν κακίαν πῆ δὲ πάλιν αὖ προσιέμενον ὥσπερ βασιλεύς τις ἢ τύραννος ἑτέραις ἀποκλείων θύραις τοὺς πονηροὺς καθ ἑτέρας εἰσδέχοιτο καὶ χρηματίζοι. "τοῦ δὲ μετρίου καὶ ἱκανοῦ καὶ μηδαμῆ περιττοῦ πανταχῆ δ αὐτάρκους, μάλιστα τοῖς θεοῖς πρέποντος ἔργου , εἰ ταύτην ἀρχὴν λαβὼν φαίη τις, ὅτι τῆς κοινῆς ὀλιγανδρίας, ἣν αἱ πρότεραι στάσεις καὶ οἱ πόλεμοι περὶ πᾶσαν ὁμοῦ τι τὴν οἰκουμένην ἀπειργάσαντο, πλεῖστον μέρος ἡ Ἑλλὰς μετέσχηκε, καὶ μόλις ἂν νῦν ὅλη παράσχοι τρισχιλίους ὁπλίτας, ὅσους ἡ Μεγαρέων μία πόλις ἐξέπεμψεν εἰς Πλαταιέας οὐδὲν οὖν ἕτερον ἦν τὸ πολλὰ καταλιπεῖν χρηστήρια τὸν θεὸν ἢ τῆς Ἑλλάδος ἐλέγχειν τὴν ἐρημίαν, ἀκριβῶς ἂν αὐτῷ παράσχοιμι τῆς εὑρησιλογίας. "τίνος γὰρ ἦν ἀγαθόν, εἱ ἐν Τεγύραις ὡς πρότερον ἦν μαντεῖον, ἢ περὶ τὸ Πτῷον ὅπου μεθ ἡμέρας ἐντυχεῖν ἔστιν ἀνθρώπῳ νέμοντι· "καὶ γὰρ τοῦτο δὴ τοὐνταῦθα πρεσβύτατον ὀ`ν χρόνῳ τε δόξῃ τε κλεινότατον ὑπὸ θηρίου χαλεποῦ δρακαίνης πολὺν χρόνον ἔρημον γενέσθαι καὶ ἀπροσπέλαστον ἱστοροῦσιν, οὐκ ὀρθῶς τὴν ἀργίαν ἀλλ ἀνάπαλιν λαμβάνοντες: "ἡ γὰρ ἐρημία τὸ θηρίον ἐπηγάγετο μᾶλλον ἢ τὸ θηρίον ἐποίησε τὴν ἐρημίαν. "ἐπεὶ δὲ τῷ θεῷ δόξαν οὕτως ἥ θ Ἑλλὰς ἐρρώσθη πόλεσι καὶ τὸ χωρίον ἀνθρώποις ἐπλήθυνε, δυσὶν ἐχρῶντο προφήτισιν ἐν μέρει καθιεμέναις, καὶ τρίτη δ ἔφεδρος ἦν ἀποδεδειγμένη. "νῦν δ ἔστι μία προφῆτις, καὶ οὐκ ἐγκαλοῦμεν ἐξαρκεῖ γὰρ αὕτη τοῖς δεομένοις. "οὐ τοίνυν αἰτιατέον οὐδὲ τὸν θεόν: "ἡ γὰρ οὖσα μαντικὴ καὶ διαμένουσα πᾶσίν ἐστιν ἱκανὴ καὶ πάντας ἀποπέμπει τυγχάνοντας ὧν χρῄζουσιν. "ὥσπερ οὖν ἐννέα κήρυξιν ὁ Ἀγαμέμνων ἐχρῆτο, καὶ μόλις κατεῖχε τὴν ἐκκλησίαν διὰ πλῆθος, ἐνταῦθα δ ὄψεσθε μεθ ἡμέρας ὀλίγας ἐν τῷ θεάτρῳ μίαν φωνὴν ἐξικνουμένην εἰς πάντας: "οὕτω τότε πλείοσιν ἐχρῆτο φωναῖς πρὸς πλείονας ἡ μαντικὴ , νῦν δὲ τοὐναντίον ἔδει θαυμάζειν τὸν θεόν, εἰ περιεώρα τὴν μαντικὴν ἀχρήστως δίκην ὕδατος ἀπορρέουσαν ἢ καθάπερ αἱ πέτραι ποιμένων ἐν ἐρημίᾳ καὶ βοσκημάτων φωναῖς ἀντηχοῦσαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION