- 텍스트

Plutarch, De defectu oraculorum, section 3 1:

(플루타르코스, De defectu oraculorum, section 3 1:)

γράφοντας, ἀλλὰ θρυαλλίδι καὶ λύχνῳ τὸν οὐρανὸν ὁμοῦ τι σύμπαντα μεθιστάντας καὶ τὴν μαθηματικὴν ἄρδην ἀναιροῦντας:? ὥστ ἄλλο τι λέγωμεν πρὸς αὐτούς, εἰ βουλόμεθα τῷ ἡλίῳ κατὰ τὰ πάτρια τὴν νενομισμένην τάξιν ἀπαράβατον ποιεῖν. "τούτων διαταράξει τοὺς ἄνδρας ἀλλὰ τοῖς μαθηματικοῖς οὐχ ὑφήσονται τῆς ἀκριβείας, ὡς μᾶλλον ἂν ἐκείνους διαφυγόντα τὸν χρόνον ἐν κινήσεσι καὶ περιόδοις οὕτω μακρὰν ἀφεστώσαις, ἢ τὸ μέτρον αὐτοὺς τοῦ ἐλαίου προσέχοντας ἀεὶ διὰ τὴν ἀτοπίαν τῷ παραλόγῳ καὶ παραφυλάττοντας. "τὸ δὲ μικρὰ μὴ διδόναι σημεῖα γίγνεσθαι μεγάλων, ὦ Δημήτριε , πολλαῖς ἐστι τέχναις ἐμποδών: "ἐπεὶ καὶ πολλῶν μὲν ἀποδείξεις παραιρεῖσθαι συμβήσεται πολλῶν δὲ προαγορεύσεις. "καίτοι καὶ ὑμεῖς οὐ μικρὸν ἀποδείκνυτε πρᾶγμα, λεαίνεσθαι ξυρῷ τὰ σώματα τοὺς ἡρ´ωας, ἐντυχόντες παρ Ὁμήρῳ ξυρὸν ὀνομάσαντι καὶ δανείζειν ἐπὶ τόκοις, ὅτι που χρέος ὀφέλλεσθαι φησὶν οὔτι νέον οὐδ ὀλίγον, ὡς τοῦ ὀφέλλεσθαι τὸ αὔξεσθαι δηλοῦντος. "αὖθις δὲ τὴν νύκτα θοήν εἰπόντος, ἀγαπητῶς ἐμφύεσθε τῷ ῥήματι καὶ τοῦτ ἐκεῖνό φατε, φράζεσθαι τὴν σκιὰν τῆς γῆς ὑπ αὐτοῦ κωνικήν, οὖσαν ἀπὸ σφαιροειδοῦς. ἰατρικὴν δὲ λοιμῶδες θέρος ἀραχνίων πλήθει προδηλοῦν, καὶ θρίοις ἐαρινοῖς ὅταν κορώνης ποδὶ εἴκελα γένηται, τίς ἐάσει τῶν ἀξιούντων μικρὰ σημεῖα μὴ γίγνεσθαι τῶν μεγάλων· "τίς δ ἀνέξεται πρὸς χοῦν καὶ κοτύλην ὕδατος τὸ τοῦ ἡλίου μέγεθος μετρούμενον, ἢ τῆς ἐνταῦθα πλινθίδος, ἣν ποιεῖ γωνίαν ὀξεῖαν κεκλιμένην πρὸς τὸ ἐπίπεδον, μέτρον εἶναι λεγομένην τοῦ ἐξάρματος, ὃ ἐξῆρται τῶν πόλων ὁ ἀεὶ φανερὸς ἀπὸ τοῦ ὁρίζοντος· "ταῦτα γὰρ ἦν ἀκούειν τῶν ἐκεῖ προφητῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION