호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶτα ταύταισ τὴν ἐμαυτοῦ παρέβαλλον εὐχὴν ὡσ οὐχ, ἧττον θεοφιλῆ καὶ ἱερὰν· ἡμέρασ πρῶτον ὀλίγασ ἀοργήτουσ οἱο͂ν ἀμεθύστουσ καὶ ἀοίνουσ διαγαγεῖν ὥσπερ νηφάλια καὶ μελίσπονδα θύοντα· εἶτα μῆν’ ἕνα καὶ δύο, πειρώμενοσ ἐμαυτοῦ κατὰ μικρὸν οὕτω τῷ χρόνῳ προύβαινον εἰσ τὸ πρόσθεν τῆσ ἀνεξικακίασ, ἐγκρατῶσ προσέχων καὶ διαφυλάττων μετ’ εὐφημίασ ἵλεω καὶ ἀμήνιτον ἐμαυτόν, ἁγνεύοντα καὶ λόγων πονηρῶν καὶ πράξεων ἀτόπων καὶ πάθουσ ἐφ’ ἡδονῇ μικρᾷ καὶ ἀχαρίστῳ ταραχὰσ τε μεγάλασ καὶ μεταμέλειαν αἰσχίστην φέροντοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기