- 텍스트

Plutarch, De cohibenda ira, section 16

(플루타르코스, De cohibenda ira, section 16)

οὐ μὴν ἀλλ ὅσοις γε συμβαίνει διὰ μισοπονηρίαν ἀληθῶς ἁλίσκεσθαι πολλάκις ὑπ ὀργῆς, τὸ ἄγαν ἀφαιρετέον αὐτῆς καὶ τὸ ἄκρατον ἅμα τῇ σφοδρᾷ πίστει περὶ τῶν συνόντων.? αὕτη γὰρ αὔξει μάλιστα τῶν αἰτιῶν τὸν θυμόν, ὅταν ἢ χρηστὸς ὑποληφθεὶς ἀναφανῇ μοχθηρὸς ἢ φιλεῖν δόξας ἐν διαφορᾷ τινι καὶ μέμψει γένηται. τὸ δ ἐμὸν ἦθος οἶσθα δήπουθεν ἡλίκαις ῥοπαῖς φέρεται πρὸς εὔνοιαν ἀνθρώπων καὶ πίστιν: ὥσπερ οὖν οἱ κατὰ κενοῦ βαίνοντες, ὅσῳ μᾶλλον ἐπερείδω τῷ φιλεῖν ἐμαυτόν, ἁμαρτάνω μᾶλλον καὶ σφαλλόμενος ἀνιῶμαι: καὶ τοῦ μὲν φιλεῖν ἀπαρύσαι τὸ ἐμπαθὲς ἄγαν καὶ πρόθυμον οὐκ ἂν ἔτι δυνηθείην: τοῦ δὲ πιστεύειν σφόδρα χρησαίμην ἂν ἴσως χαλινῷ τῇ Πλάτωνος εὐλαβείᾳ. καὶ γὰρ Ἑλίκωνα τὸν μαθηματικὸν οὕτως ἐπαινεῖν φησιν, ὡς φύσει εὐμετάβολον ζῷον, καὶ τοὺς τεθραμμένους ἐν τῇ πόλει καλῶς δεδιέναι , μὴ ἄνθρωποι καὶ σπέρματα ἀνθρώπων ὄντες ἐκφήνωσί που τῆς φύσεως τὴν ἀσθένειαν. ὁ δὲ Σοφοκλῆς λέγων ὅτι τὰ πλεῖστα φωρῶν αἰσχρὰ φωράσεις βροτῶν ἄγαν ἐοίκεν ἡμῖν ἐπεμβαίνειν καὶ κολούειν.

οὐ μὴν ἀλλὰ τὸ δύσκολον τοῦτο τῆς κρίσεως καὶ φιλαίτιον εὐκολωτέρους ποιεῖ ταῖς ὀργαῖς: "ᾔδειν ὅτι τὴν γυναῖκα γυναῖκ εἶχον.

"ἦ που ἄρ ἐγὼ τοιοῦτος· ἔξωθεν εἴσω τὸν λογισμὸν ἀναστρέφῃ καὶ παρεμβάλλῃ ταῖς μέμψεσι τὴν εὐλάβειαν, οὐ πολλῇ χρήσεται μισοπονηρίᾳ πρὸς ἐτέρους πολλῆς ὁρῶν ἑαυτὸν συγγνώμης δεόμενον. "διὰ τί ῥᾳθυμεῖς· καὶ ὃ δὴ πάντων αἴσχιστόν ἐστιν, ὀργιζομένοις ἐπιτιμῶμεν μετ ὀργῆς καὶ τὰ διὰ θυμὸν ἡμαρτημένα θυμῷ κολάζομεν, οὐχ ὥσπερ ἰατροί πικρῷ πικρὰν κλύζουσι φαρμάκῳ χολήν, ἀλλὰ μᾶλλον ἐπιτείνοντες καὶ προσεκταράττοντες. ὅταν οὖν ἐν τούτοις γένωμαι τοῖς ἐπιλογισμοῖς, ἅμα .

τι πειρῶμαι καὶ τοῦ πολυπράγμονος ἀφαιρεῖν. τὸ γὰρ ἐξακριβοῦν ἅπαντα καὶ φωρᾶν καὶ πᾶσαν ἕλκειν εἰς μέσον ἀσχολίαν οἰκέτου καὶ πρᾶξιν φίλου καὶ διατριβὴν υἱοῦ καὶ ψιθυρισμὸν γυναικὸς ὀργὰς φέρει πολλὰς καὶ συνεχεῖς καὶ καθημερινάς, ὧν δυσκολία τρόπου καὶ χαλεπότης τὸ κεφάλαιόν ἐστι.

ὁ μὲν οὖν θεός, ὡς Εὐριπίδης φησί, τῶν ἄγαν ἅπτεται, τὰ μικρὰ δ εἰς τύχην ἀφεὶς ἐᾷ: ἐγὼ δὲ τῇ τύχῃ μὲν οὐδὲν οἶμαι δεῖν ἐπιτρέπειν οὐδὲ παρορᾶν τὸν νοῦν ἔχοντα, πιστεύειν δὲ καὶ χρῆσθαι τὰ μὲν γυναικὶ τὰ δ οἰκέταις τὰ δὲ φίλοις οἱο῀ν ἄρχοντ ἐπιτρόποις τισὶ καὶ λογισταῖς καὶ διοικηταῖς, αὐτὸν ἐπὶ τῶν κυριωτάτων ὄντα τῷ λογισμῷ καὶ μεγίστων. ὡς γὰρ τὰ λεπτὰ γράμματα τὴν ὄψιν, οὕτω τὰ μικρὰ πράγματα μᾶλλον ἐντείνοντα νύττει καὶ ταράττει τὴν ὀργήν, ἔθος πονηρὸν ἐπὶ τὰ μείζονα λαμβάνουσαν.

"νηστεῦσαι κακότητος: ἐπῄνουν δὲ κἀκείνας ὡς οὐκ ἀχαρίστους οὐδ ἀφιλοσόφους ἐν εὐχαῖς ὁμολογίας, ἀφροδισίων ἐνιαυτὸν ἁγνεῦσαι καὶ οἴνου, τιμῶντας ἐγκρατείᾳ τὸν θεόν ἢ ψευδολογίας πάλιν ἀπέχεσθαι χρόνον ὡρισμένον, αὑτοῖς προσέχοντας πῶς ἀληθεύσομεν ἔν τε παιδιᾷ καὶ μετὰ σπουδῆς ἁπάσης. εἶτα ταύταις τὴν ἐμαυτοῦ παρέβαλλον εὐχὴν ὡς οὐχ, ἧττον θεοφιλῆ καὶ ἱερὰν:

ἡμέρας πρῶτον ὀλίγας ἀοργήτους οἱο῀ν ἀμεθύστους καὶ ἀοίνους διαγαγεῖν ὥσπερ νηφάλια καὶ μελίσπονδα θύοντα: εἶτα μῆν ἕνα καὶ δύο, πειρώμενος ἐμαυτοῦ κατὰ μικρὸν οὕτω τῷ χρόνῳ προύβαινον εἰς τὸ πρόσθεν τῆς ἀνεξικακίας, ἐγκρατῶς προσέχων καὶ διαφυλάττων μετ εὐφημίας ἵλεω καὶ ἀμήνιτον ἐμαυτόν, ἁγνεύοντα καὶ λόγων πονηρῶν καὶ πράξεων ἀτόπων καὶ πάθους ἐφ ἡδονῇ μικρᾷ καὶ ἀχαρίστῳ ταραχὰς τε μεγάλας καὶ μεταμέλειαν αἰσχίστην φέροντος. ὅθεν, οἶμαι, καὶ θεοῦ τι συλλαμβάνοντος, ἐσαφήνιζεν ἡ πεῖρα τὴν κρίσιν ἐκείνην, ὅτι τὸ ἵλεων τοῦτο καὶ πρᾶον καὶ φιλάνθρωπον οὐδενὶ τῶν συνόντων εὐμενές ἐστιν οὕτω καὶ φίλον καὶ ἄλυπον ὡς αὐτοῖς τοῖς ἔχουσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION