호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι, καθάπερ ὁ Ζήνων ἔλεγε τὸ σπέρμα ι σύμμιγμα καὶ κέρασμα τῶν τῆς ψυχῆς δυνάμεων ὑπάρχειν ἀπεσπασμένον, οὕτως ἐοίκε τῶν παθῶν πανσπερμία τις ὁ θυμὸς εἶναι.? καὶ γὰρ λύπης ἀπέσπασται καὶ ἡδονῆς καὶ ὕβρεως, καὶ φθόνου μὲν ἔχει τὴν ἐπιχαιρεκακίαν, φθόνου δὲ καὶ χείρων χείρων ἐστίν: ἀγωνίζεται γάρ, οὐχὶ μὴ παθεῖν αὐτός, ἀλλὰ παθεῖν κακῶς ἐπιτρίψας ἕτερον ἐπιθυμίας δ αὐτῷ τὸ ἀτερπέστατον ἐμπέφυκεν, εἴ γε δὴ τοῦ λυπεῖν ἕτερον ὄρεξίς ἐστι. ὥς τις εἶπεν, οἴνου καὶ σπαράγματα στεφάνων, καὶ κραιπαλῶντας ὁρῶμεν ἐπὶ θύραις ἀκολούθους: τὰ δὲ τῶν πικρῶν ἐκκαλύμματα καὶ δυσκόλων ἐν τοῖς προσώποις τῶν οἰκετῶν ὄψει καὶ τοῖς στίγμασι καὶ ταῖς πέδαις: ἀεὶ δ ἀοιδῶν μοῦνος ἐν στέγαις ὀργίλου ἀνδρός κωκυτὸς ἐμπέπτωκε, μαστιγουμένων ἔνδον οἰκονόμων καὶ στρεβλουμένων θεραπαινίδων, ὥστε τοῦ θυμοῦ τὰς λύπας ἐν ταῖς ἐπιθυμίαις καὶ ταῖς ἡδοναῖς οἰκτείρειν ὁρῶντας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기