- 텍스트

Plutarch, De cohibenda ira, section 14

(플루타르코스, De cohibenda ira, section 14)

δεῖ δὲ μήτε παίζοντας αὐτῇ διδόναι τόπον, ἔχθραν γὰρ ἐπάγει τῇ φιλοφροσύνῃ:? μήτε κοινολογουμένους, φιλονεικίαν γὰρ ἐκ φιλολογίας ἀπεργάζεται: μήτε δικάζοντας, ὕβριν γὰρ τῇ ἐξουσίᾳ προστίθησι μήτε παιδεύοντας, ἀθυμίαν γάρ ἐμποιεῖ καὶ μισολογίαν: μήτε εὐτυχοῦντας, αὔξει γὰρ τὸν φθόνον: μήτε δυστυχοῦντας, ἀφαιρεῖ γὰρ τὸν ἔλεον, ὅταν δυσκολαίνωσι καὶ μάχωνται τοῖς συναχθομένοις: ὡς ὁ Πρίαμος ἔρρετε, λωβητῆρες, ἐλεγχέες: οὔ νυ καὶ ὑμῖν οἴκοι ἔστι γόος, ὅτι μ ἤλθετε κηδήσοντες· ἡ δ εὐκολία τοῖς μὲν βοηθεῖ τὰ δ ἐπικοσμεῖ τὰ δὲ συνηδύνει, περιγίνεται δὲ τῇ πραότητι καὶ θυμοῦ καὶ δυσκολίας ἁπάσης: διέτρεψε παραχρῆμα καὶ μετέθηκε. πολέμων δέ, λοιδοροῦντος αὐτὸν ἀνθρώπου φιλολίθου καὶ περὶ σφραγίδια πολυτελῆ νοσοῦντος, ἀπεκρίνατο μὲν οὐδὲν τῶν σφραγιδίων δ ἑνὶ προσεῖχε τὸν νοῦν καὶ κατεμάνθανεν:

"ὦ Πολέμων, ἀλλ ὑπ αὐγὰς θεῶ, καὶ πολύ σοι βέλτιον φανεῖται. "ὦ Ἀρίστιππε, ποῦ ὑμῶν ἡ φιλία· "ἐγὼ δ αὐτὴν ἐγερῶ : "οὕτω σοι δοκῶ ι παντάπασιν ἀτυχής τις εἶναι καὶ ἀνήκεστος, ὥστε μὴ νουθεσίας τυχεῖν· "θαυμαστόν, εἰ πρὸς πάντα μου τῇ φύσει διαφέρων κἀνταῦθα τὸ δέον πρότερος συνεῖδες.

καὶ γὰρ κάπρον φριξαύχεν οὐ μόνον γυνή, παῖς δ ἂν νεογνὸς χειρὶ προσκνήθων νέᾳ κλίνοι παλαιστοῦ παντὸς εὐμαρέστερον. ἀλλ ἡμεῖς ἀγριαίνοντα τιθασεύομεν ζῷα καὶ πραϋ´νομεν, λυκιδεῖς καὶ σκύμνους λεόντων ἐν ταῖς ἀγκάλαις περιφέροντες, εἶτα τέκνα καὶ φίλους καὶ συνήθεις ἐκβάλλομεν ὑπ ὀργῆς οἰκέταις δὲ καὶ πολίταις τὸν θυμὸν ὥσπερ θηρίον ἐφίεμεν: ὑποκοριζόμενοι μισοπονηρίαν, ἀλλ ὥσπερ, οἶμαι, τῶν ἄλλων παθῶν τῆς ψυχῆς καὶ νοσημάτων τὸ μὲν πρόνοιαν τὸ δ ἐλευθεριότητα τὸ δ εὐσέβειαν καλοῦντες οὐδενὸς ἀπαλλαγῆναι δυνάμεθα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION