호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ χωρὶς ὀργῆς καὶ μέθη κοῦφόν ἐστιν.? ὁ γὰρ τοῦ θεοῦ νάρθηξ ἱκανὸς κολαστὴς τοῦ μεθύοντος, ἂν μὴ προσγενόμενος ὁ θυμὸς ὠμηστὴν καὶ μαινόλην ἀντὶ λυαίου καὶ χορείου ποιήσῃ τὸν ἄκρατον. καὶ τὴν μανίαν αὐτὴν καθ αὑτὴν ἡ Ἀντίκυρα θεραπεύει, μιχθεῖσα δ ὀργῇ τραγῳδίας ποιεῖ καὶ μύθους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기