- 텍스트

Plutarch, De cohibenda ira, section 12

(플루타르코스, De cohibenda ira, section 12)

αὕτη μὲν οὖν ἴσως οὐκ ὀργῆς ἰατρεία φανεῖται, διάκρουσις δὲ καὶ φυλακὴ τῶν ἐν ὀργῇ τινος ἁμαρτημάτων.? καίτοι καὶ σπληνὸς οἴδημα σύμπτωμα μέν ἐστι πυρετοῦ πραϋνόμενον δὲ κουφίζει τὸν πυρετόν, ὥς φησιν Ιἑρώνυμος. ἀλλ αὐτῆς γε τῆς ὀργῆς ἀναθεωρῶν τήν γένεσιν ἄλλους ὑπ ἄλλων αἰτιῶν ἐμπίπτοντας εἰς αὐτὴν ἑώρων, οἷς ἐπιεικῶς ἅπασι δόξα τοῦ καταφρονεῖσθαι καὶ ἀμελεῖσθαι παραγίνεται. διὸ καὶ τοῖς παραιτουμένοις ὀργὴν δεῖ βοηθεῖν πορρωτάτω τὴν πρᾶξιν ὀλιγωρίας ἀπάγοντας καὶ θρασύτητος, εἰς ἄγνοιαν ἢ ἀνάγκην ἢ πάθος ἢ δυστυχίαν τιθεμένους: ὡς Σοφοκλῆς, ἀλλ οὐ γάρ, ὦναξ, οὐδ ὃς ἂν βλάστῃ μένει νοῦς τοῖς κακῶς πράξασιν, ἀλλ ἐξίσταται. καὶ τῆς Βρισηϊ´δος τὴν ἀφαίρεσιν εἰς τὴν Ἄτην ἀναφέρων ὁ Ἀγαμέμνων, ὅμως ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τ ἀπερείσι ἄποινα. καὶ γὰρ τὸ δεῖσθαι τοῦ μὴ καταφρονοῦντός ἐστι, καὶ ταπεινὸς φανεὶς ὁ ἀδικήσας ἔλυσε τὴν τῆς ὀλιγωρίας δόξαν.

"οὗτοί σου καταγελῶσιν, ὦ Διόγενες : λαμβάνειν ἑαυτῷ, καὶ καταφρονεῖσθαι μὴ νομίζειν ἀλλὰ μᾶλλον ἐκείνου καταφρονεῖν, ὡς δι ἀσθένειαν ἢ προπέτειαν ἢ ῤᾳθυμίαν ἢ ἀνελευθερίαν ἢ γῆρας ἢ νεότητα πλημμελοῦντος. οἰκέταις δὲ καὶ φίλοις ἀφετέον τὸ τοιοῦτο παντάπασιν: οὐ γὰρ ὡς ἀδυνάτων οὐδ ὡς ἀπράκτων, ἀλλὰ δι ἐπιείκειαν ἢ δι εὔνοιαν οἱ μὲν ὡς χρηστῶν οἱ δ ὡς φιλούντων καταφρονοῦσι.

νυνὶ δ οὐ μόνον πρὸς γυναῖκα καὶ δούλους καὶ φίλους ὡς καταφρονούμενοι τραχέως ἔχομεν, ἀλλὰ καὶ πανδοκεῦσι καὶ ναύταις καὶ ὀρεωκόμοις μεθύουσι πολλάκις ὑπ ὀργῆς συμπίπτομεν οἰόμενοι καταφρονεῖσθαι, καὶ κυσὶν ὑλακτοῦσι καὶ ὄνοις ἐμβάλλουσι χαλεπαίνομεν: τὸν ὄνον λέγων, ἔτυπτε καὶ πολλὰς ἐνεφόρει πληγάς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION