- 텍스트

Plutarch, De cohibenda ira, section 10

(플루타르코스, De cohibenda ira, section 10)

"ἀνατρέψαι μὲν δύνασαι καὶ διαφθεῖραι καὶ καταβαλεῖν, ἀναστῆσαι δὲ καὶ σῶσαι καὶ φείσασθαι καὶ καρτερῆσαι πραότητός ἐστι καὶ συγγνώμης καὶ μετριοπαθείας, καὶ Καμίλλου καὶ Μετέλλου καὶ Ἀριστείδου καὶ Σωκράτους:? "τὸ δ ἐμφῦναι καὶ δακεῖν μυρμηκῶδες καὶ μυωπῶδες. οὐ μὴν ἀλλὰ καὶ πρὸς ἄμυναν σκοπῶν τὸν δι ὀργῆς τρόπον ἄπρακτον εὑρίσκω τὰ πολλά, ἄμα δήγμασι χειλῶν καὶ πρίσεσιν ὀδόντων καὶ κεναῖς ἐπιδρομαῖς καὶ βλασφημίαις ἀπειλὰς ἀνοήτους ἐχούσαις καταναλισκόμενον, εἶθ ὥσπερ ἐν τοῖς δρόμοις τὰ παιδία τῷ μὴ κρατεῖν ἑαυτῶν προκαταπίπτοντα τοῦ τέλους ἐφ ὃ σπεύδει γελοίως. "οὐ μέλει μοι τί σὺ λέγεις ἀλλὰ τί τῆνος σιγῇ. καὶ τὸν Νεοπτόλεμον ὁ Σοφοκλῆς καὶ τὸν Εὐρύπυλον ὁπλίσας ἄκομπ ἀλοιδόρητα, φησίν, ἐρρηξάτην ἐς κύκλα χαλκέων ὅπλων. τὸν μὲν γὰρ σίδηρον ἔνιοι τῶν βαρβάρων φαρμάσσουσιν , ἡ δ ἀνδρεία χολῆς οὐ δεῖται: βέβαπται γὰρ ὑπὸ τοῦ λόγου:

τὸ δὲ θυμικὸν καὶ μανικὸν εὐπερίθραυστόν ἐστι καὶ σαθρόν. ἀφαιροῦσι γοῦν αὐλοῖς τὸν θυμὸν οἱ Λακεδαιμόνιοι τῶν μαχομένων, καὶ Μούσαις πρὸ πολέμου θύουσιν ὅπως ὁ λόγος ἐμμένῃ: καὶ τρεψάμενοι τοὺς πολεμίους οὐ διώκουσιν, ἀλλ ἀνακαλοῦνται τὸν θυμόν, ὥσπερ τὰ σύμμετρα τῶν ἐγχειριδίων εὐανακόμιστον ὄντα καὶ ῥᾴδιον. ὀργὴ δὲ μυρίους προανεῖλε τῆς ἀμύνης, ὡς Κῦρον καὶ Πελοπίδαν τὸν Θηβαῖον. Ἀγαθοκλῆς δὲ πράως ἔφερε λοιδορούμενος ὑπὸ τῶν πολιορκουμένων: "κεραμεῦ, πόθεν ἀποδώσεις τοῖς ξένοις τὸν μισθόν· "αἴκα ταύταν ἐξέλω.

καὶ τὸν Ἀντίγονον ἀπὸ τοῦ τείχους τινὲς εἰς ἀμορφίαν ἔσκωπτον: "καὶ μὴν ἐδόκουν εὐπρόσωπος εἶναι. λαβὼν δὲ τὴν πόλιν ἐπίπρασκε τοὺς σκώπτοντας, μαρτυράμενος ὅτι πρὸς τοὺς δεσπότας ἕξει τὸν λόγον, ἂν πάλιν αὐτὸν λοιδορῶσιν. ὁρῶ δὲ καὶ συνηγόρους σφαλλομένους ὑπ ὀργῆς μεγάλα καὶ ῥήτορας. Ἀριστοτέλης δ ἱστορεῖ Σατύρου τοῦ Σαμίου τοὺς φίλους ἐμφράξαι τὰ ὦτα κηρῷ δίκην ἔχοντος, ὅπως μὴ συγχέῃ τὸ πρᾶγμα διὰ θυμὸν ὑπὸ τῶν ἐχθρῶν λοιδορούμενος. αὐτοὺς δ ἡμᾶς οὐ πολλάκις ἐκφεύγει τὸ κολάσαι πλημμελήσαντα δοῦλον·

ἀποδιδράσκουσι ι γὰρ τὰς ἀπειλὰς καὶ τοὺς λόγους δείσαντες. "μὴ σπεῦδε μηδὲ βόα μηδ ἐπείγου, καὶ μᾶλλον ἃ θέλεις γενήσεται καὶ βέλτιον. καὶ γὰρ παῖδα πατὴρ ἰδὼν ἐπιχειροῦντά τι σιδηρίῳ διελεῖν ἢ τεμεῖν, αὐτὸς λαβὼν τὸ σιδήριον ἐποίησε: αὐτὸς ἀσφαλῶς καὶ ἀβλαβῶς καὶ ὠφελίμως ἐκόλασε τὸν ἄξιον οὐχ ἑαυτὸν ὥσπερ ὁ θυμὸς ἀντ ἐκείνου πολλάκις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION