호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ μὲν οὖν φαῦλα παραδείγματα τὴν θέαν οὐκ εὔχαριν ἀλλ ἀναγκαίαν μόνον εἶχε:? τοὺς δὲ ἠπίως καὶ λείως ὁμιλοῦντας ὀργαῖς κάλλιστα μὲν ἀκούσματα κάλλιστα δὲ θεάματα ποιούμενος, ἄρχομαι καταφρονεῖν τῶν λεγόντων: ἄνδρ ἠδίκησας: ἄνδρ ἀνεκτέον τόδε· καὶ βαῖνε λάξ, ἐπὶ τραχήλου βαῖνε, καὶ πέλα χθονί, καὶ τἄλλα παροξυντικά, δι ὧν ἔνιοι τὸν θυμὸν ἐκ τῆς γυναικωνίτιδος εἰς τὴν ἀνδρωνῖτιν οὐκ εὖ μετοικίζουσιν. ἡ γὰρ ἀνδρεία κατὰ τἄλλα τῇ δικαιοσύνῃ συμφερομένη περὶ μόνης μοι δοκεῖ διαμάχεσθαι τῆς πραότητος, ὡς αὐτῇ μᾶλλον προσηκούσης. ἀνθρώπων μὲν γάρ κρατῆσαι καὶ χείροσι βελτιόνων ὑπῆρξε, τὸ δ ἐν τῇ ψυχῇ στῆσαι κατὰ θυμοῦ τρόπαιον ᾧ χαλεπὸν εἶναι μάχεσθαι φησὶν Ἡράκλειτος: μεγάλης ἐστὶ καὶ νικητικῆς ἰσχύος, ὥσπερ νεῦρα καὶ τόνους ἀληθῶς ἐπὶ τὰ πάθη τὰς κρίσεις ἐχούσης. διὸ καὶ συνάγειν ἀεὶ πειρῶμαι καὶ ἀναγινώσκειν οὐ ταῦτα δὴ μόνον τὰ τῶν φιλοσόφων, οὕς φασι χολὴν οὐκ ἔχειν οἱ νοῦν οὐκ ἔχοντες, ἀλλὰ μᾶλλον τὰ τῶν βασιλέων καὶ τυράννων: "οὐ πορρωτέρω ποι τραπόμενοι κακῶς ἐρεῖθ ἡμᾶς·
Ἀρκαδίωνος δὲ τοῦ Ἀχαιοῦ τὸν Φίλιππον ἀεὶ κακῶς λέγοντος καὶ φεύγειν παραινοῦντος εἰσόκε τοὺς ἀφίκηται οἳ οὐκ ἴσασι Φίλιππον εἶτά πως ἐν Μακεδονίᾳ φανέντος, ᾤοντο δεῖν οἱ φίλοι κολάσαι καὶ μὴ περιιδεῖν ὁ δὲ Φιλίππος ἐντυχὼν αὐτῷ φιλανθρώπως καὶ ξένια καὶ δῶρα πέμψας ἐκέλευσεν ὕστερον πυνθάνεσθαι τίνας λόγους ἀπαγγέλλοι πρὸς τοὺς Ἕλληνας: "βελτίων ἰατρὸς ὑμῶν.
"ποιήσουσιν, ἂν κακῶς πάσχωσι· καλὰ δὲ καὶ Πεισιστράτου τὰ πρὸς Θρασύβουλον καὶ Πορσίννα τὰ πρὸς Μούκιον καὶ Μάγα τὰ πρὸς Φιλήμονα: δημοσίᾳ γὰρ ὑπ αὐτοῦ κωμῳδηθεὶς ἐν θεάτρῳ α.
παρὰ τοῦ βασιλέως γράμμαθ ἥκει σοι, Μάγα. β. Μάγα κακόδαιμον, γράμματ οὐκ ἐπίστασαι: λαβὼν ὑπὸ χειμῶνος εἰς Παραιτόνιον ἐξενεχθέντα, στρατιώτην μὲν ἐκέλευσε γυμνῇ μαχαίρᾳ θιγεῖν τοῦ τραχήλου μόνον εἶτα κοσμίως ἀπελθεῖν: ἀστραγάλους δὲ καὶ σφαῖραν ὡς παιδαρίῳ νοῦν οὐκ ἔχοντι προσπέμψας ἀφῆκε. Πτολεμαῖος δὲ γραμματικὸν εἰς ἀμαθίαν ἐπισκώπτων ἠρώτησε τίς ὁ τοῦ Πηλέως πατὴρ ἦν: ἔφη, "τίς ὁ τοῦ Λάγου : τὸ δὲ σκῶμμα τῆς δυσγενείας ἥπτετο τοῦ βασιλέως, καὶ πάντες ἠγανάκτησαν ὡς οὐκ ἐπιτήδειον ὀ`ν καὶ ἄκαιρον:
"σκωπτόμενον, οὐδὲ τὸ σκώπτειν βασιλικόν ἐστιν. Ἀλέξανδρος δὲ πικρότερος αὑτοῦ γέγονεν ἐν τοῖς περὶ Καλλισθένη καὶ Κλεῖτον. ᾖ καὶ Πῶρος ἁλοὺς παρεκάλει χρήσασθαι βασιλικῶς αὐτῷ: "μὴ τι πλέον· "πάντ ἔνεστι. οἶμαι, καλοῦσι: τὸ δὲ κολαστικὸν ἐρινυῶδες καὶ δαιμονικόν, οὐ θεῖον οὐδ ὀλύμπιον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기