호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπικλίνουσι καὶ συνεπιστρέφουσιν, ἵν ἔγχυσις ἀληθῶς, μὴ ἔκχυσις γένηται, αὑτοὺς δὲ τῷ λέγοντι παρέχειν καὶ, συναρμόττειν τῇ προσοχῇ τὴν ἀκρόασιν, ὡς μηδὲν ἐκφύγῃ τῶν χρησίμως λεγομένων, οὐ μανθάνουσιν, ἀλλ ὃ πάντων καταγελαστότατόν ἐστιν, ἂν μέν τινι προστύχωσι διηγουμένῳ δεῖπνον ἢ πομπὴν ἢ ὄνειρον ἢ λοιδορίαν γεγενημένην αὐτῷ πρὸς ἄλλον, ἀκροῶνται σιωπῇ καὶ προσλιπαροῦσιν ἂν δέ τις αὐτοὺς ἐπισπασάμενος διδάσκῃ τι τῶν χρησίμων ἢ παραινῇ τῶν δεόντων ἢ νουθετῇ πλημμελοῦντας ἢ καταπραϋ´νῃ χαλεπαίνοντας, οὐχ ὑπομένουσιν, ἀλλ ἂν μὲν δύνωνται, περιγενέσθαι φιλοτιμούμενοι διαμάχονται πρὸς τὸν λόγον:??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기