호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τεσσάρων δ ἀγώνων τότε πρὸς τοὺς βαρβάρους γενομένων, ἐκ μὲν Ἀρτεμισίου τοὺς Ἕλληνας ἀποδρᾶναί φησιν:? ἐν δὲ Θερμοπύλαις, τοῦ στρατηγοῦ, καὶ βασιλέως προκινδυνεύοντος, οἰκουρεῖν καὶ ἀμελεῖν Ὀλύμπια καὶ Κάρνεια πανηγυρίζοντας:
τὰ δ ἐν Σαλαμῖνι διηγούμενος τοσούτους περὶ Ἀρτεμισίας λόγους γέγραφεν, ὅσοις ὅλην τὴν ναυμαχίαν οὐκ ἀπήγγελκε τέλος δέ, καθημένους ἐν Πλαταιαῖς ἀγνοῆσαι μέχρι τέλους τὸν ἀγῶνα τοὺς Ἕλληνας, ὥσπερ βατραχομυομαχίας γινομένης, ἣν Πίγρης ὁ Ἀρτεμισίας ἐν ἔπεσι παίζων καὶ φλυαρῶν ἔγραψε, σιωπῇ διαγωνίσασθαι συνθεμένων, ἵνα λάθωσι τοὺς ἄλλους, : αὐτοὺς δὲ Λακεδαιμονίους ἀνδρείᾳ μὲν οὐδὲν κρείττονας γενέσθαι τῶν βαρβάρων, ἀνόπλοις δὲ καὶ γυμνοῖς μαχομένους κρατῆσαι.
"λήματι μὲν καὶ ῥώμῃ οὐκ ἥσσονες ἦσαν:
ἑστᾶσι καὶ βωμοὶ παρὰ τοῖς θεοῖς, μόνος δὲ τἀληθὲς Ἡρόδοτος ἔγνω, τοὺς δ ἄλλους ἅπαντας ἀνθρώπους, ὅσοι λόγον Ἑλλήνων ἔχουσιν, ἐξηπάτηκεν ἡ φήμη τῶν τότε κατορθωμάτων, ὡς ὑπερφυῶν γενομένων·
τί δῆτα·
γραφικὸς ἁνήρ, καὶ ἡδὺς ὁ λόγος, καὶ χάρις ἔπεστι καὶ δεινότης καὶ ὡρ´α τοῖς διηγήμασι μῦθον δ ὡς ὅτ ἀοιδός, ἐπισταμένως μὲν οὒ λιγυρῶς δὲ καὶ γλαφυρῶς ἠγόρευκεν. καὶ ψευδεῖς περὶ τῶν ἀρίστων καὶ μεγίστων, τῆς Ἑλλάδος πόλεων καὶ ἀνδρῶν δόξας λαβόντες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기