- 텍스트

Plutarch, De Herodoti malignitate, section 41

(플루타르코스, De Herodoti malignitate, section 41)

ἐν δὲ τῇ ἐνάτῃ καὶ τελευταίᾳ τῶν βίβλων, ὅσον ἦν ὑπόλοιπον ἔτι τῆς πρὸς Λακεδαιμονίους αὐτῷ δυσμενείας, ἐκχέαι σπεύδων τὸ παρ αὑτὸν ἀφείλετο τὴν ἀοίδιμον νίκην καὶ τὸ περιβόητον Πλαταιᾶσι κατόρθωμα τῆς πόλεως:? "πρότερον μὲν ὠρρώδουν τοὺς Ἀθηναίους, μὴ πεισθέντες ὑπὸ Μαρδονίου τοὺς Ἕλληνας ἐγκαταλίπωσιν:

"τοῦ δ Ἰσθμοῦ τειχισθέντος ἐν ἀσφαλεῖ θέμενοι τὴν Πελοπόννησον ἠμέλουν ἢδη τῶν ἄλλων καὶ περιεώρων, ἑορτάζοντες οἴκοι καὶ τοὺς πρέσβεις τῶν Ἀθηναίων κατειρωνευόμενοι καὶ διατρίβοντες" πῶς οὖν ἐξῆλθον εἰς Πλαταιὰς πεντακισχίλιοι Σπαρτιᾶται, περὶ αὑτὸν ἔχων ἀνὴρ ἕκαστος ἑπτὰ εἵλωτας· ἢ πῶς κίνδυνον ἀράμενοι τοσοῦτον ἐκράτησαν καὶ κατέβαλον μυριάδας τοσαύτας·

ἄκουσον αἰτίας πιθανῆς: "ἐν Σπάρτῃ παρεπιδημῶν ἐκ Τεγέας ἀνὴρ ὄνομα Χείλεως, ᾧ φίλοι τινὲς καὶ ξένοι τῶν ἐφόρων ἦσαν:

τοῦτο Παυσανίαν ἐξήγαγεν εἰς Πλαταιὰς μετὰ τῆς δυνάμεως:

εἰ δέ τι κατέσχεν οἰκεῖον ἐν Τεγέᾳ πρᾶγμα τὸν Χείλεων ἐκεῖνον, οὐκ ἂν ἡ Ἑλλὰς περιεγένετο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION