호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ τί ἄν τις ἀγανακτοίη περὶ Ναξίων·? πρὸ τῆς Σαλαμῖνος ἱδρύσατο ναὸν Ἀριστοβούλης Ἀρτέμιδος ἐν Μελίτῃ, τοῦ βαρβάρου καταπολεμηθέντος.
"ἐνταῦθα δὴ Θεμιστοκλέα ἀφικόμενον ἐπὶ τὴν νέα εἴρετο Μνησίφιλος ἀνὴρ Ἀθηναῖος, ὃ τι σφι εἰή βεβουλευμένον πυθόμενος δὲ πρὸς αὐτοῦ, ὡς εἰή δεδογμένον ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμὸν καὶ πρὸ τῆς Πελοποννήσου ναυμαχέειν, εἶπε οὐκ ἄρα, ἢν ἀπαίρωσι τὰς νέας ἀπὸ Σαλαμῖνος, οὐδὲ περὶ μιῆς ἔτι πατρίδος ναυμαχήσεις:
"κατὰ γὰρ πόλεις ἕκαστοι τρέψονται. "ἐνταῦθα δὲ Θεμιστοκλῆς παριζόμενὸς οἱ καταλέγει κεῖνά τε πάντα ἃ ἤκουσε Μνησιφίλου ἑωυτοῦ ποιεύμενος, καὶ ἄλλα προστιθείς.
ὁρᾷς ὅτι κακοηθείας προστρίβεται τἀνδρὶ δόξαν, ἴδιον αὐτοῦ βούλευμα ποιεῖσθαι τὸ τοῦ Μνησιφίλου λέγων·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기