호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"μετὰ τῶν Ἑλλήνων ἐόντας μάχεσθαι ὑπ ἀνάγκης ἐχομένους:? οὐ γὰρ μόνον Ξέρξης, ὡς ἐοίκεν, ἀλλὰ καὶ Λεωνίδας μαστιγοφόρους εἶχεν ἑπομένους, ὑφ ὧν οἱ Θηβαῖοι παρὰ γνώμην ἠναγκάζοντο μαστιγούμενοι μάχεσθαι. καὶ τίς ἂν ὠμότερος τούτου γένοιτο συκοφάντης, ὃς μάχεσθαι μὲν ὑπ ἀνάγκης φησὶ τοὺς ἀπελθεῖν καὶ φεύγειν δυναμένους, μηδίσαι δ ἑκόντας, οἷς οὐδεὶς παρῆν βοηθῶν·
"τῶν ἄλλων ἐπειγομένων ἐπὶ τὸν Κολωνὸν ἀποσχισθέντες οἱ Θηβαῖοι χεῖρὰς τε προέτεινον καὶ ἠίσαν ἆσσον τῶν βαρβάρων, λέγοντες τὸν ἀληθέστατον τῶν λόγων, ὡς μηδίσειαν, καὶ γῆν τε καὶ ὕδωρ ἔδοσαν βασιλεῖ, ὑπὸ δ ἀνάγκης ἐχόμενοι εἰς Θερμοπύλας ἀπικέατο καὶ ἀναίτιοι εἰε῀ν τοῦ τρώματος τοῦ γενομένου βασιλεῖ: "ταῦτα λέγοντες περιεγένοντο : "εἶχον γὰρ καὶ Θεσσαλοὺς τούτων τῶν λόγων μάρτυρας. Θηβαίοις συνδικοῦντας, ὅτι τῆς Ἑλλάδος αὐτοὺς κρατοῦντας ἄχρι Θεσπιέων ἔναγχος ἐξήλασαν περιγενόμενοι καὶ τὸν ἄρχοντα Λατταμύαν ἀποκτείναντες.
ταῦτα γὰρ ὑπῆρχε Βοιωτοῖς τότε καὶ Θετταλοῖς πρὸς ἀλλήλους, ἐπιεικὲς δὲ καὶ φιλάνθρωπον οὐδέν.
ἀλλὰ δὴ τῶν Θεσσαλῶν μαρτυρούντων, πῶς περιεγένοντο Θηβαῖοι· ὡς αὐτὸς εἴρηκε: "τοὺς δὲ πλεῦνας, κελεύσαντος Ξέρξεω , ἔστιξαν στίγματα βασιλήια, ἀρξάμενοι ἀπὸ τοῦ στρατηγοῦ Λεοντιάδεω. οὔτε Λεοντιάδης ἐν Θερμοπύλαις ἦν στρατηγός, ἀλλ Ἀνάξανδρος, ὡς Ἀριστοφάνης ἐκ τῶν κατ ἄρχοντας ὑπομνημάτων ἱστόρησε καὶ Νίκανδρος ὁ Κολοφώνιος:
οὔτε γιγνώσκει τις ἀνθρώπων πρὸ Ἡροδότου στιχθέντας ὑπὸ Ξέρξου Θηβαίους ἐπεὶ μέγιστον ἦν ἀπολόγημα τῆς διαβολῆς καὶ καλῶς εἶχε τὴν πόλιν ἀγάλλεσθαι τοῖς στίγμασιν ἐκείνοις, ὡς Ξέρξου δικάσαντος ἐχθίστοις χρήσασθαι Λεωνίδῃ καὶ Λεοντιάδῃ : τοῦ μὲν γὰρ ᾐκίσατο πεπτωκότος τὸ σῶμα, τοῦ δὲ ζῶντος ἔστιξεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기