호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δ Ἡρόδοτος ἐν τῇ διηγήσει τῆς μάχης καὶ τοῦ Λεωνίδου τὴν μεγίστην ἠμαύρωκε πρᾶξιν, αὐτοῦ πεσεῖν πάντας εἰπὼν ἐν τοῖς στενοῖς περὶ τὸν Κολωνόν:? ἐπράχθη δ ἄλλως.
ἐπεὶ γὰρ ἐπύθοντο νύκτωρ τὴν περίοδον τῶν πολεμίων, ἀναστάντες ἐβάδιζον ἐπὶ τὸ στρατόπεδον καὶ τὴν σκηνὴν ὀλίγου δεῖν βασιλέως, ὡς ἐκεῖνον αὐτὸν ἀποκτενοῦντες καὶ περὶ ἐκείνῳ τεθνηξόμενοι μέχρι μὲν οὖν τῆς σκηνῆς ἀεὶ τὸν ἐμποδὼν φονεύοντες, τοὺς δ ἄλλους τρεπόμενοι προῆλθον: περιχυθέντων διεφθάρησαν, ὅσα δ ἄλλα πρὸς τούτῳ τολμήματα καὶ ῥήματα τῶν Σπαρτιατῶν παραλέλοιπεν, ἐν τῷ Λεωνίδου βίῳ γραφήσεται μικρὰ δ᾿ οὐ χεῖρόν ἐστι καὶ νῦν διελθεῖν.
ἀγῶνα μὲν γὰρ ἐπιτάφιον αὐτῶν ἠγωνίσαντο πρὸ τῆς ἐξόδου καὶ τοῦτον ἐθεῶντο πατέρες· αὐτῶν καὶ μητέρες:
"πολλοὺς μὲν ἔφη τεθνηξομένους: "ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθὰ τίκτειν.
"μαχατάς τοι, οὐκ ἀγγελιαφόρος, εἱπόμαν: τὸν δ ἕτερον ἐκέλευεν εἰπεῖν τι πρὸς τὰ τέλη τῶν Σπαρτιατῶν ὁ δ ἀπεκρίνατο τῷ πράγματι, καὶ τὴν ἀσπίδα λαβὼν εἰς τάξιν κατέστη.
ταῦτ οὐκ ἄν τις ἐπετίμησεν, ἄλλου παραλιπόντος: δόξειεν ἂν καὶ ὑπεροψίᾳ προϊέσθαι καλὰ μὲν ἔργα καλὰς δὲ φωνὰς ἀλλ οὐκ εὐμενὴς ὢν πρὸς ἐνίους οὐδὲ δίκαιος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기