호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν δὲ τοῖς ἐφεξῆς τὰ περὶ Σάρδεις διηγούμενος, ὡς ἐνῆν μάλιστα διέλυσε καὶ διελυμήνατο τὴν πρᾶξιν:? τιμωροὺς ἀποστᾶσι βασιλέως, ἀρχεκάκους τολμήσας προσειπεῖν ὅτι τοσαύτας πόλεις καὶ τηλικαύτας Ἑλληνίδας ἐλευθεροῦν ἐπεχείρησαν ἀπὸ τῶν βαρβάρων, Ἐρετριέων δὲ κομιδῇ μνησθεὶς ἐν παρέργῳ καὶ παρασιωπήσας μέγα κατόρθωμα καὶ ἀοίδιμον.
ἤδη γὰρ ὡς περὶ τὴν Ιὠνίαν συγκεχυμένην, καὶ στόλου βασιλικοῦ προσπλέοντος, ἀπαντήσαντες ἔξω Κυπρίους ἐν τῷ Παμφυλίῳ πελάγει κατεναυμάχησαν:
ἐπολιόρκουν εἰς τὴν ἀκρόπολιν καταφυγόντα, βουλόμενοι τὴν Μιλήτου λῦσαι:
πολιορκίαν:
καὶ τοῦτο μὲν ἔπραξαν καὶ τοὺς πολεμίους ἀνέστησαν ἐκεῖθεν, ἐν φόβῳ θαυμαστῷ γενομένους πλήθους δ ἐπιχυθέντος αὐτοῖς, ἀπεχώρησαν. ταῦτα δ ἄλλοι τε καὶ Λυσανίας ὁ Μαλλώτης ἐν τοῖς περὶ Ἐρετρίας εἴρηκε: "Ἀθηναῖοι δ εἴκοσι τριήρεσιν ἔπλευσαν ἐπικουρήσοντες τοῖς Ιὤσι , καὶ εἰς Σάρδεις ἐστρατεύσαντο καὶ εἷλον:
"τὰ περὶ Σάρδεις ἅπαντα χωρὶς τοῦ τείχους τοῦ βασιληίου: "ταῦτα δὲ ποιήσαντες ἐπαναχωροῦσιν εἰς Μίλητον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기